|
(zur
altgriechischen Schrift) |
|
| 184 |
"δεῦρ' ἄγ'
ἰών, πολύαιν' Ὁδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, |
|
| 185 |
νῆα κατάστησον,
ἵνα νωιτέρην ὄπ' ἀκούσῃς.
οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων
ὄπ' ἀκοῦσαι,
ἀλλ' ὅ γε τερψάμενος νεῖται καὶ
πλείονα εἰδώς.
ἴδμεν γάρ τοι πάνθ', ὅς' ἐνὶ Τροίῃ
εὐρείῃ
|
| 190 |
Ἀργεῖοι
Τρῶές τε θεῶν ἰότητι μόγησαν,
ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ
πουλυβοτείρῃ."
ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ
ἐμὸν κῆρ
ἤθελ' ἀκουέμεναι, λῦσαί τ' ἐκέλευον
ἑταίρους
ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες
ἔρεσσον. |
| 195 |
αὐτίκα δ'
ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
πλείοσί μ' ἐν δεσμοῖσι δέον μᾶλλόν
τε πίεζον.
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν οὐδ'
ἔτ' ἔπειτα
φθόγγον Σειρήνων ἠκούομεν οὐδέ τ'
ἀοιδήν,
αἶψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ
ἐρίηρες ἑταῖροι, |
| 200 |
ὅν σφιν ἐπ'
ὠσὶν ἄλειψ', ἐμέ τ' ἐκ δεσμῶν ἀνέλυσαν. |
|
|