|
(zur
altgriechischen Schrift) |
| 1 |
Ἦμος δ' ἠριγένεια
φάνη ῥοδοδάκτυλος Ἠώς,
δὴ τότ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο
καλὰ πέδιλα
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος
θείοιο,
εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ
παλάμηφιν ἀρήρει, |
| 5 |
ἄστυδε ἱέμενος, καὶ
ἑὸν προσέειπε συβώτην·
"ἄττ', ἦ τοι μὲν ἐγὼν εἶμ' ἐς
πόλιν, ὄφρα με μήτηρ
ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι
ὀίω
κλαυθμοῦ τε στυγεροῖο γόοιό τε
δακρυόεντος,
πρίν γ' αὐτόν με ἴδηται·" |
| 26 |
ὣς φάτο, Τηλέμαχος δὲ
διὲκ σταθμοῖο βεβήκει,
κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι
φύτευεν.
αὐτὰρ ἐπεί ῥ' ἵκανε δόμους ἐὺ ναιετάοντας,
ἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς
κίονα μακρήν, |
| 30 |
αὐτὸς δ' εἴσω ἴεν καὶ
ὑπέρβη λάινον οὐδόν. [...] |
| 36 |
ἡ δ' ἴεν ἐκ θαλάμοιο
περίφρων Πηνελόπεια,
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ,
ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε
δακρύσασα,
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω
φάεα καλά, |
| 40 |
καί ῥ' ὀλοφυρομένη ἔπεα
πτερόεντα προσηύδα·
"ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος·
οὔ σ' ἔτ' ἐγώ γε
ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηὶ
Πύλονδε
λάθρῃ, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς
ἀκουήν.
ἀλλ' ἄγε μοι κατάλεξον, ὅπως ἤντησας
ὀπωπῆς." |
|
|