Vorsokratische Philosophie
Lykophron - Relativismus und Gesellschaftsvertrag
(VS 83) Lykophron
(VS83A1)
Aristot.Met.8,6,1045b10 |
|
οἱ μὲν μέθεξιν λέγουσι καὶ αἴτιον τί
τῆς μεθέξεως καὶ τί τὸ μετέχειν ἀποροῦσιν· οἱ δὲ 'συνουσίαν' [ψυχῆς],
ὥσπερ Λυκόφρων φησὶν 'εἶναι τὴν ἐπιστήμην τοῦ ἐπίστασθαι καὶ ψυχῆς'. |
|
(VS83A2)
Aristot.Phys.1,2,185b25 |
|
ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων
(Eleaten, Heraklit), ὅπως μὴ ἅμα γένηται αὐτοῖς τὸ αὐτὸ ἓν καὶ
πολλά. διὸ οἱ μὲν τὸ ἔστι ἀφεῖλον, ὥσπερ Λυκόφρων, οἱ δὲ τὴν λέξιν
μετερρύθμιζον, ὅτι ὁ ἄνθρωπος οὐ λευκός ἐστιν ἀλλὰ λελεύκωται
... ἵνα μή ποτε τὸ ἔστι προσάπτοντες πολλὰ εἶναι ποιῶσι τὸ ἕν. |
|
(VS83A3)
Aristot.Pol.3,1280b8 |
|
γίνεται .. ἡ κοινωνία συμμαχία τῶν
ἄλλων τόπῳ διαφέρουσα μόνον τῶν ἄποθεν συμμαχιῶν καὶ ὁ ‘νόμος’
συνθήκη καί, καθάπερ ἔφη Λυκόφρων ὁ σοφιστής, ‘ἐγγυητὴς ἀλλήλοις
τῶν δικαίων’, ἀλλ’ οὐχ οἷος ποιεῖν ἀγαθοὺς καὶ δικαίους τοὺς πολίτας. |
|
(VS83A4)
Aristot.Fragm.91R |
|
λέγω δὲ τοῦτο, πότερον τῶν τιμίων ἐστὶ
(sc. ἡ εὐγένεια) καὶ σπουδαίων ἤ, καθάπερ Λυκόφρων ὁ σοφιστὴς
ἔγραψε, κενόν τι πάμπαν. ἐκεῖνος γὰρ ἀντιπαραβάλλων ἑτέροις ἀγαθοῖς
αὐτήν· 'εὐγενείας μὲν οὖν’ φησίν 'ἀφανὲς τὸ κάλλος, ἐν λόγῳ δὲ
τὸ σεμνόν’, ὡς πρὸς δόξαν οὖσαν τὴν αἵρεσιν αὐτῆς, κατὰ δ’ ἀλήθειαν
οὐθὲν διαφέροντας τοὺς ἀγενεῖς τῶν εὐγενῶν. |
|
(VS83A5)
Aristot.Rhet.3,1405b34 |
|
τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ
τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἷον Λυκόφρων ‘τὸν πολυπρόσωπον
οὐρανὸν τῆς μεγαλοκορύφου γῆς’ καὶ ‘ἀκτὴν δὲ στενόπορον’ ... μία
μὲν οὖν αὕτη αἰτία, μία δὲ τὸ χρῆσθαι γλώτταις, οἷον Λυκόφρων
‘Ξέρξην πέλωρον ἄνδρα’ καὶ ‘Σκίρων σίνις ἀνήρ’. |
|
(VS83A6)
Soph.El.15,174b32 |
|
ἐπιχειρητέον δ' ἐνίοτε καὶ πρὸς ἄλλα
τοῦ εἰρημένου, ἐκεῖνο ἐκλαβόντες, ἐὰν μὴ πρὸς τὸ κείμενον ἔχῃ
τις ἐπιχειρεῖν, ὅπερ Λυκόφρων ἐποίησε προβληθέντος λύραν ἐγκωμιάζειν.
ALEX. z. St. ἢ μᾶλλον, ἐπειδὴ ὑπό τινων ἠναγκάζετο ἐπαινέσαι τὴν
λύραν, εἶτα μὴ λόγων εὐπόρει πολλῶν, μικρόν τι ἐπαινέσας τὴν αἰσθητὴν
ταύτην λύραν ἐπὶ τὴν οὐράνιον ἀνηνέχθη· ἔστι γὰρ ἐν οὐρανῷ ἄστρον
τι ἐξ ἄστρων πολλῶν συγκείμενον λύρα ὀνομαζόμενον, εἰς ἣν πολλοὺς
καὶ ἀγαθοὺς λόγους ἐξεῦρεν. |
|
Sententiae excerptae: Griech. zu "Lykophron" Literatur: zu "Lykophron"1435
Wolf, E.
Rechtsphilosophie und Rechtsdenken im Zeitalter der Sophistik [Griech. Rechtsdenken II],
Frankfurt/M (Klostermann) 1952
- Letzte Aktualisierung: 30.12.2020 - 11:10 |