Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis. |
(137,1) κύων πρὸ ἐπαύλεώς τινος
ἐκοιμᾶτο· λύκος δὲ τοῦτον θεασάμενος καὶ συλλαβὼν οἷός τε
ἦν καταφαγεῖν. ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτὸν
λέγων· "νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός. μέλλουσι δέ μου
οἱ δεσπόται γάμους ἄγειν. ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον
καταθοινήσεις με." ὁ δὲ πεισθεὶς αὐτῷ τότε μὲν ἀπέλυσε,
μεθ' ἡμέρας δὲ ὀλίγας ἐλθὼν ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος
κοιμώμενον, κατεκάλει πρὸς αὐτὸν ὑπομιμνῄσκων τῶν ὁμολογιῶν.
ὁ δὲ ὑποτυχὼν ἔφη· "ἀλλ', ὦ λύκε, ἐὰν αὖθίς με πρὸ τῆς
ἐπαύλεως κοιμώμενον ἴδῃς, μηκέτι γάμους ἀναμείνῃς." οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσι, ταῦτα ὕστερον φυλάττονται. |
Ein Hund schlief vor einem Gehöft.
Ein Wolf sah ihn, fing ihn und hätte ihn fressen können.
Der aber bat ihn, für den Augenblick von ihm zu lassen.
Er sagte: "Jetzt bin ich dünn und mager. Meine Herrschaft
aber will Hochzeit feiern. Wenn du mich jetzt also lässt,
kannst du mich später als fettere Beute verspeisen."
Der glaubte ihm damals und ließ ihn gehen. Als er aber
nach einigen Tagen kam und ihn auf dem Dach schlafen sah,
erinnerte er ihn an ihre Verabredung und rief ihn herab. Der
aber erwiderte: "Ja, lieber Wolf, siehst du mich noch
einmal vor dem Gehöft schlafen, dann warte nicht mehr
auf eine Hochzeit!" So hüten sich (auch) kluge Menschen, wenn sie einer Gefahr entronnen sind, später davor. |
(137,2) κύων πρὸ ἐπαύλεώς τινος ἐκοιμᾶτο· λύκος δὲ τοῦτον θεασάμενος δραμὼν ἐπ' αὐτὸν καὶ λαβόμενος ἔμελλε φαγεῖν. ὁ δὲ κύων ἐδέετο αὐτοῦ, ὅπως τὸ παρὸν μὴ θύσῃ αὐτόν, λέγων· "νῦν μέν, ὦ κύριέ μου, λεπτός εἰμι καὶ ἰσχνὸς καὶ πτωχός. ἀλλὰ μικρὸν ἀνάμεινόν μοι. μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον λιπαρώτερος γενήσομαι καὶ τότε κρείσσων σοι φανήσομαι." ὁ δὲ πεισθεὶς αὐτῷ τότε μὲν κατέλιπεν αὐτόν, μεθ' ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. ὁ δὲ σταθεὶς κάτω ἐπεκαλεῖτο αὐτὸν ὑπομιμνῄσκων αὐτῷ τὰς συνθήκας. ὑπολαβὼν δὲ ὁ κύων ἔφη αὐτῷ· "ὦ λύκε, ἐὰν ἀπὸ τοῦ νῦν πρὸ τῆς ἐπαύλεως ἴδῃς με, μηκέτι γάμους ἀναμείνῃς." ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσιν, ὕστερον ταῦτα φυλάττονται.
(137,3) κύων πρὸ ἐπαύλεως ἐκάθευδε. λύκου δὲ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι· "νῦν μὲν γάρ", φησί, "λεπτός εἰμι καὶ ἰσχνός. ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι." ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ' ἡμέρας δ' ἐπανελθὼν εὗρε ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. καὶ ὁ κύων· "ἀλλ', ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς." ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.
ἡ ἔπαυλις, εως (ἡ αὐλή) – Gehöft, Landgut | κοιμάομαι = καθεύδω – schlafe | τὸ βρῶμα, ατος – Speise, Fraß | καταθύω opfere schlachte | πρὸς τὸ παρόν = im gegenwärtigen Augenblick | ἰσχνός, ή, όν – dürr, mager | λιπαρός, ά, όν – fett | καταθοινάω – verspeise, verschmause | μεθ' ἡμέρας – nach einiger Zeit | τὸ δῶμα, ατος – Haus, Flachdach | ἡ ὁμολογία – Übereinkunft | ἡ συνθήκη – Vereinbarung, Vertrag | ἀπὸ τοῦ νῦν = τὸ ἀπὸ τοῦδε – in Zukunft noch einmal
Sententiae excerptae:Site-Suche:
Benutzerdefinierte Suche
|