Tyrtaios 

Tyrt.2D | Tyrt.3aD | Tyrt.3bD | Tyrt.4D | Tyrt.5D | Tyrt.6D | Tyrt.7D | Tyrt.8D | Tyrt.9D | Tyrt.10D | Tyrt.11D

 
  Tyrt.2D
(2) αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης,
 

Ζεὺς Ἠρακλείδαις ἄστυ δέδωκε τόδε·

  οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα
 

εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.

   
  Tyrt.3aD
  Ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων 
 

χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου·

  ἄρχειν μὲν βουλῇ θεοτιμήτους βασιλῆας,
 

οἷσι μέλει Σπάρτης ἰσχερόεσσα πόλις,

5 πρεσβυγενεῖς τε γέροντας. ἔπειτα δὲ δημότας άνδρας
 

εὐθείην ῥήτρας ἀνταμειβομένους·

  μυθεῖσθαί τε τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια,
 

μηδέ τι βουλεύειν τῇδε πόλει σκολιόν·

  δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι.
10

Φοῖβος γὰρ περὶ τῶν ὧδ' ἀνέφηνε πόλει.

   
  Tyrt.3bD
(4) Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ' ἔνεικαν
 

μαντείας τε θεοῦ καὶ τελέεντ' ἔπεα·

  ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,
 

οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις,

5 πρεσβυγενέας τε γέροντας· ἔπειτα δὲ δημότας ἄνδρας
 

εὐθείαις ῥήτραις ἀνταπαμειβομένους.

   
  Tyrt.4D
(5) ἡμετέρῳ βασιλῃ, θεοῖσι φίλῳ Θεοπόμπῳ,
 

ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον,

  Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν·
 

ἀμφ' αὐτὴν δ' ἐμάχοντ' ἐννέα καὶ δέκ' ἔτη

 5 νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες,
 

αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες·

  εἰκοστῷ δ' οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες
 

φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων.

   
  Tyrt.5D
(6) ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι,
 

δεσποσύνοισι φέροντες ἀναγκαίης ὕπο λυγρῆς

  ἥμισυ πάνθ' ὅσσων καρπὸν ἄρουρα φέρει.
 

.......

(7) δεσπότας οἰμώζοντες, ὁμῶς ἄλοχοί τε καὶ αὐτοί,
 

εὖτέ τιν' οὐλομένη μοῖρα κίχοι θανάτου.

   
  Tyrt.6D und 7D
(10) τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
 

ἄνδρ' ἀγαθὸν περὶ ᾗ πατρίδι μαρνάμενον·

  τὴν δ' αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς
 

πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον,

5 πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι
 

παισί τε σὺν μικροῖς κουριδίῃ τ' ἀλόχῳ.

  ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται,
 

χρησμοσύνῃ τ' εἴκων καὶ στυγερῇ πενίῃ,

  αἰσχύνει τε γένος, κατὰ δ' ἀγλαὸν εἶδος ἐλέγχει,
10

πᾶσα δ' ἀτιμίη καὶ κακότης ἕπεται.

  εἰ δ’ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί’ ὤρη
 

γίνεται οὔτ’ αἰδὼς οὔτ’ ὀπίσω γένεος.

  θυμῷ γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων
 

θνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι.

15 ὦ νέοι, ἀλλὰ μάχεσθε παρ’ ἀλλήλοισι μένοντες,
 

μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου,

  ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,
 

μὴ δὲ φιλοψυχεῖτ’ ἀνδράσι μαρνάμενοι·

  τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ’ ἐλαφρά,
20

μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.

  αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα
 

κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,

  ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,
 

θυμὸν ἀποπνείοντ’ ἄλκιμον ἐν κονίῃ,

25 αἱματόεντ’ αἰδοῖα φίλαισ’ ἐν χερσὶν ἔχοντα -
 

αἰσχρὰ τά γ’ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν,

  καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ’ ἐπέοικεν,
 

ὄφρ’ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ,

  ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶ
30

ζωὸς ἐών, καλὸς δ’ ἐν προμάχοισι πεσών.

  ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι
 

στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.

   
  Tyrt.8D
(11) ἀλλ', ῾Ηρακλῆος γὰρ ἀνικήτου γένος ἐστέ,
 

θαρσεῖτ'· οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει·

  μηδ' ἀνδρῶν πληθὺν δειμαίνετε, μηδὲ φοβεῖσθε,
 

ἰθὺς δ' ἐς προμάχους ἀσπίδ' ἀνὴρ ἐχέτω,

ἐχθρὴν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας
 

κῆρας ὁμῶς αὐγαῖς ἠελίοιο φίλας.

  ἴστε γὰρ ὡς ῎Αρεος πολυδακρύου ἔργ' ἀίδηλα·
 

εὖ δ' ὀργὴν ἐδάητ' ἀργαλέου πολέμου,

  καὶ μετὰ φευγόντων τε διωκόντων τ' ἐγένεσθε,
 10

ὦ νέοι, ἀμφοτέρων δ' ἐς κόρον ἠλάσατε.

  οἳ μὲν γὰρ τολμῶσι παρ' ἀλλήλοισι μένοντες
 

ἔς τ' αὐτοσχεδίην καὶ προμάχους ἰέναι,

  παυρότεροι θνῄσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω·
 

τρεσσάντων δ' ἀνδρῶν πᾶσ' ἀπόλωλ' ἀρετή.

 15 οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα,
 

ὅσσ', ἢν αἰσχρὰ μάθῃ, γίνεται ἀνδρὶ κακά·

  ἀργαλέον γὰρ ὄπισθε μετάφρενόν ἐστι δαΐζειν
 

ἀνδρὸς φεύγοντος δηίῳ ἐν πολέμῳ·

  αἰσχρὸς δ' ἐστὶ νέκυς κατακείμενος ἐν κονίῃσι
 20

νῶτον ὄπισθ' αἰχμῇ δουρὸς ἐληλάμενος.

  ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι
 

στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών,

  μηρούς τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους
 

ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος·

 25 δεξιτερῇ δ' ἐν χειρὶ τινασσέτω ὄβριμον ἔγχος,
 

κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς·

  ἔρδων δ' ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν,
 

μηδ' ἐκτὸς βελέων ἑστάτω ἀσπίδ' ἔχων,

  ἀλλά τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔγχει μακρῷ
 30

ἢ ξίφει οὐτάζων δήιον ἄνδρ' ἑλέτω,

  καὶ πόδα πὰρ ποδὶ θεὶς καὶ ἐπ' ἀσπίδος ἀσπίδ' ἐρείσας,
 

ἐν δὲ λόφον τε λόφῳ καὶ κυνέην κυνέῃ

  καὶ στέρνον στέρνῳ πεπλημένος ἀνδρὶ μαχέσθω,
 

ἢ ξίφεος κώπην ἢ δόρυ μακρὸν ἔχων.

 35 ὑμεῖς δ', ὦ γυμνῆτες, ὑπ' ἀσπίδος ἄλλοθεν ἄλλος
 

πτώσσοντες μεγάλοις βάλλετε χερμαδίοις

  δούρασί τε ξεστοῖσιν ἀκοντίζοντες ἐς αὐτούς,
 

τοῖσι πανόπλοισιν πλησίον ἱστάμενοι.

   
  Tyrt.9D
(12) οὔτ' ἂν μνησαίμην οὔτ' ἐν λόγῳ ἄνδρα τιθείην
 

οὔτε ποδῶν ἀρετῆς οὔτε παλαιμοσύνης,

  οὐδ' εἰ Κυκλώπων μὲν ἔχοι μέγεθός τε βίην τε,
 

νικῴη δὲ θέων Θρηίκιον Βορέην,

 5 οὐδ' εἰ Τιθωνοῖο φυὴν χαριέστερος εἴη,
 

πλουτοίη δὲ Μίδεω καὶ Κινύρεω μάλιον,

  οὐδ' εἰ Τανταλίδεω Πέλοπος βασιλεύτερος εἴη,

γλῶσσαν δ' ᾿Αδρήστου μειλιχόγηρυν ἔχοι,

  οὐδ' εἰ πᾶσαν ἔχοι δόξαν πλὴν θούριδος ἀλκῆς·
 10

οὐ γὰρ ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμῳ

  εἰ μὴ τετλαίη μὲν ὁρῶν φόνον αἱματόεντα,
 

καὶ δηίων ὀρέγοιτ' ἐγγύθεν ἱστάμενος.

  ἥδ' ἀρετή, τόδ' ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
 

κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ νέῳ.

 15 ξυνὸν δ' ἐσθλὸν τοῦτο πόληί τε παντί τε δήμῳ,
 

ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένῃ

  νωλεμέως, αἰσχρῆς δὲ φυγῆς ἐπὶ πάγχυ λάθηται,
 

ψυχὴν καὶ θυμὸν τλήμονα παρθέμενος,

  θαρσύνῃ δ' ἔπεσιν τὸν πλησίον ἄνδρα παρεστώς·
 20

οὗτος ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμῳ.

  αἶψα δὲ δυσμενέων ἀνδρῶν ἔτρεψε φάλαγγας
 

τρηχείας· σπουδῇ δ' ἔσχεθε κῦμα μάχης,

  αὐτὸς δ' ἐν προμάχοισι πεσὼν φίλον ὤλεσε θυμόν,
 

ἄστυ τε καὶ λαοὺς καὶ πατέρ' εὐκλείσας,

 25 πολλὰ διὰ στέρνοιο καὶ ἀσπίδος ὀμφαλοέσσης
 

καὶ διὰ θώρηκος πρόσθεν ἐληλάμενος.

  τὸν δ' ὀλοφύρονται μὲν ὁμῶς νέοι ἠδὲ γέροντες,
 

ἀργαλέῳ δὲ πόθῳ πᾶσα κέκηδε πόλις,

  καὶ τύμβος καὶ παῖδες ἐν ἀνθρώποις ἀρίσημοι
 30

καὶ παίδων παῖδες καὶ γένος ἐξοπίσω·

  οὐδέ ποτε κλέος ἐσθλὸν ἀπόλλυται οὐδ' ὄνομ' αὐτοῦ,
 

ἀλλ' ὑπὸ γῆς περ ἐὼν γίνεται ἀθάνατος,

  ὅντιν' ἀριστεύοντα μένοντά τε μαρνάμενόν τε
 

γῆς πέρι καὶ παίδων θοῦρος Ἄρης ὀλέσῃ.

 35 εἰ δὲ φύγῃ μὲν κῆρα τανηλεγέος θανάτοιο,
 

νικήσας δ' αἰχμῆς ἀγλαὸν εὖχος ἕλῃ,

  πάντες μιν τιμῶσιν, ὁμῶς νέοι ἠδὲ παλαιοί,
 

πολλὰ δὲ τερπνὰ παθὼν ἔρχεται εἰς Ἀίδην,

  γηράσκων δ' ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν
 40

βλάπτειν οὔτ' αἰδοῦς οὔτε δίκης ἐθέλει,

  πάντες δ' ἐν θώκοισιν ὁμῶς νέοι οἵ τε κατ' αὐτὸν
 

εἴκουσ' ἐκ χώρης οἵ τε παλαιότεροι.

  ταύτης νῦν τις ἀνὴρ ἀρετῆς εἰς ἄκρον ἱκέσθαι
 

πειράσθω θυμῷ μὴ μεθιεὶς πολέμου.

   
   
  Tyrt.10D
(13)  αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.
   
  Tyrt.11D
(14)  πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου.
   
   
 
zu xap.4  
   
[ Homepage | Inhalt | Klassen | Hellas 2000 | Stilistik | Latein | Lat.Textstellen | Griechisch | Griech.Textstellen  | Griech.Online-WörterbuchBeta-Converter | Varia | Mythologie | Ethik | Links | Literaturabfrage | Forum zur Homepage | Forum Romanum | Partnerwerbung | Spende | Passwort | Feedback ]

Suche unterstützt von FreeFind

Site Map 
Neu ist 

Site-Suche mit Google
Griechisches Online-Wörterbuch
Hilfe zur Wrterbucheingabe
   
bottom © 2000 - 2014