| |
|
|
| |
Sol.3D
|
| |
ἡμετέρη δὲ πόλις κατὰ
μὲν Διὸς οὔποτ' ὀλεῖται |
| |
αἶσαν
καὶ μακάρων θεῶν φρένας ἀθανάτων· |
| |
τοίη γὰρ μεγάθυμος ἐπίσκοπος
ὀβριμοπάτρη |
| |
Παλλὰς
Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει· |
| 5 |
αὐτοὶ δὲ φθείρειν μεγάλην
πόλιν ἀφραδίῃσιν |
| |
ἀστοὶ
βούλονται χρήμασι πειθόμενοι, |
| |
δήμου θ' ἡγεμόνων ἄδικος
νόος, οἷσιν ἑτοῖμον |
| |
ὕβριος
ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν· |
| |
οὐ γὰρ ἐπίστανται κατέχειν
κόρον οὐδὲ παρούσας |
| 10 |
εὐφροσύνας
κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ |
| |
......... |
| |
πλουτέουσιν
δ' ἀδίκοις ἔργμασι πειθόμενοι |
| |
......... |
| |
οὔθ'
ἱερῶν κτεάνων οὔτε τι δημοσίων |
| |
φειδόμενοι κλέπτουσιν
ἀφαρπαγῇ ἄλλοθεν ἄλλος, |
| |
οὐδὲ
φυλάσσονται σεμνὰ Δίκης θέμεθλα, |
| 15 |
ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα
πρό τ' ἐόντα, |
| |
τῷ
δὲ χρόνῳ πάντως ἦλθ' ἀποτεισομένη, |
| |
τοῦτ' ἤδη πάσῃ πόλει
ἔρχεται ἕλκος ἄφυκτον, |
| |
ἐς
δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην, |
| |
ἣ στάσιν ἔμφυλον πόλεμόν
θ' εὕδοντ' ἐπεγείρει, |
| 20 |
ὃς
πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην· |
| |
ἐκ γὰρ δυσμενέων ταχέως
πολυήρατον ἄστυ |
| |
τρύχεται
ἐν συνόδοις τοῖς ἀδικέουσι φίλους. |
| |
ταῦτα μὲν ἐν δήμῳ στρέφεται
κακά· τῶν δὲ πενιχρῶν |
| |
ἱκνέονται
πολλοὶ γαῖαν ἐς ἀλλοδαπὴν |
| 25 |
πραθέντες δεσμοῖσί τ'
ἀεικελίοισι δεθέντες |
| |
......... |
| |
οὕτω δημόσιον κακὸν ἔρχεται
οἴκαδ' ἑκάστῳ, |
| |
αὔλειοι
δ' ἔτ' ἔχειν οὐκ ἐθέλουσι θύραι, |
| |
ὑψηλὸν δ' ὑπὲρ ἕρκος
ὑπέρθορεν, εὗρε δὲ πάντως, |
| |
εἰ
καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου. |
| 30 |
ταῦτα διδάξαι θυμὸς Ἀθηναίους
με κελεύει, |
| |
ὡς
κακὰ πλεῖστα πόλει Δυσνομίη παρέχει· |
| |
Εὐνομίη δ' εὔκοσμα καὶ
ἄρτια πάντ' ἀποφαίνει, |
| |
καὶ
θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας· |
| |
τραχέα λειαίνει, παύει
κόρον, ὕβριν ἀμαυροῖ, |
| 35 |
αὑαίνει
δ' ἄτης ἄνθεα φυόμενα, |
| |
εὐθύνει δὲ δίκας σκολιάς,
ὑπερήφανά τ' ἔργα |
| |
πραύνει·
παύει δ' ἔργα διχοστασίης, |
| |
παύει δ' ἀργαλέης ἔριδος
χόλον, ἔστι δ' ὑπ' αὐτῆς |
| |
πάντα
κατ' ἀνθρώπους ἄρτια καὶ πινυτά. |
|
|
| |
|