Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis. |
ΑΙΓΙΣΘΟΣ | |||
1577 | ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη, |
||
1580 | ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων
τὸν ἄνδρα τόνδε κείμενον, φίλως ἐμοί, χερὸς πατρῴας ἐκτίνοντα μηχανάς. Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ, πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι, |
||
1585 | αὑτοῦ δ' ἀδελφόν, ἀμφίλεκτος
ὢν κράτει, ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων. καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν τλήμων Θυέστης μοῖραν ηὕρετ' ἀσφαλῆ, τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον |
||
1590 | αὐτός· ξένια δὲ τοῦδε δύσθεος
πατὴρ Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως πατρὶ τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν. τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας |
||
1595 | ἔθρυπτ' ἄνωθεν ἀνδρακὰς καθημένοις
ἄσημ'· ὁ δ' αὐτῶν αὐτίκ' ἀγνοίᾳ λαβὼν ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει. κἄπειτ' ἐπιγνοὺς ἔργον οὐ καταίσιον ᾤμωξεν, ἀμπίπτει δ' ἀπὸ σφαγὴν ἐρῶν, |
||
1600 | μόρον δ' ἄφερτον Πελοπίδαις
ἐπεύχεται, λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ, οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος. ἐκ τῶνδέ τοι πεσόντα τόνδ' ἰδεῖν πάρα. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς. |
||
1605 | τρίτον γὰρ ὄντα μ' ἔλιπε, κἀθλίῳ
πατρὶ συνεξελαύνει τυτθὸν ὄντ' ἐν σπαργάνοις· τραφέντα δ' αὖθις ἡ δίκη κατήγαγεν, καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν, πᾶσαν ξυνάψας μηχανὴν δυσβουλίας. |
||
1610 | Χο. |
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν
ἐμοί, ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν. Αἴγισθ', ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω. σὺ δ' ἄνδρα τόνδε φῂς ἑκὼν κατακτανεῖν, μόνος δ' ἔποικτον τόνδε βουλεῦσαι φόνον; |
|
1615 | Αι. |
οὔ φημ' ἀλύξειν ἐν δίκῃ τὸ
σὸν κάρα δημορριφεῖς, σάφ' ἴσθι, λευσίμους ἀράς. σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός; γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ |
|
1620 | τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
δεσμοὶ δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες δύαι διδάσκειν ἐξοχώταται φρενῶν ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε; πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς. |
||
1625 | Χο. Αι. |
γύναι, σὺ τοὺς ἥκοντας ἐκ
μάχης νέον - οἰκουρὸς εὐνήν <τ'> ἀνδρὸς αἰσχύνουσ’ ἅμα, ἀνδρὶ στρατηγῷ τόνδ' ἐβούλευσας μόρον; καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις. |
|
1630 | Χο. |
ὁ μὲν γὰρ ἦγε πάντα που φθογγῆς
χαρᾷ, σὺ δ' ἐξορίνας νηπίοις ὑλάγμασιν ἄξῃ· κρατηθεὶς δ' ἡμερώτερος φανῇ. ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ, ὃς οὐκ, ἐπειδὴ τῷδ' ἐβούλευσας μόρον, |
|
1635 | Αι. |
δρᾶσαι τόδ' ἔργον οὐκ ἔτλης
αὐτοκτόνως. τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς, ἐγὼ δ' ὕποπτος ἐχθρὸς ἦ παλαιγενής. ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα |
|
1640 | Χο. |
ζεύξω βαρείαις, οὔτι μὴ σειραφόρον
κριθῶντα πῶλον· ἀλλ' ὁ δυσφιλὴς σκότῳ λιμὸς ξύνοικος μαλθακόν σφ' ἐπόψεται. τί δὴ τὸν ἄνδρα τόνδ' ἀπὸ ψυχῆς κακῆς οὐκ αὐτὸς ἠνάριζες, ἀλλὰ σὺν γυνὴ |
|
1645 | Αι. |
χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
ἔκτεινε; Ὀρέστης ἆρά που βλέπει φάος, ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς; ἀλλ' ἐπεὶ δοκεῖς τάδ' ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα· |
|
1650 | Χο. Αι. Χο. Κλ. |
εἶα δή, φίλοι λοχῖται, τοὔργον
οὐχ ἑκὰς τόδε. εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω. ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν. δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ' αἱρούμεθα. μηδαμῶς, ὦ φίλτατ' ἀνδρῶν, ἄλλα δράσωμεν κακά. |
|
1655 | ἀλλὰ καὶ τάδ' ἐξαμῆσαι πολλὰ
δύστηνον θέρος· πημονῆς δ' ἅλις γ' ὑπάρχει· μηδὲν αἱματώμεθα. στείχετ' αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις πρὶν παθεῖν εἴξαντες· ἀρκεῖν χρὴ τάδ' ὡς ἐπράξαμεν. εἰ δέ τοι μόχθων γένοιτο τῶνδ' ἅλις, δεχοίμεθ' ἄν, |
||
1660 | Αι. |
δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς
πεπληγμένοι. ὧδ' ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν. ἀλλὰ τούσδε μοι ματαίαν γλῶσσαν ὧδ' ἀπανθίσαι κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους, σώφρονος γνώμης δ' ἁμαρτεῖν τὸν κρατοῦντ' <ἀρνουμένους>. |
|
1665 | Χο. Αι. Χο. Αι. Χο. |
οὐκ ἂν Ἀργείων τόδ' εἴη, φῶτα
προσσαίνειν κακόν. ἀλλ' ἐγώ σ’ ἐν ὑστέραισιν ἡμέραις μέτειμ' ἔτι. οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ' ἀπευθύνῃ μολεῖν. οἶδ' ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους. πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα. |
|
1670 | Αι. Χο. Κλ. |
ἴσθι μοι δώσων ἄποινα τῆσδε
μωρίας χάριν. κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας. μὴ προτιμήσῃς ματαίων τῶνδ' ὑλαγμάτων· <ἐγὼ> καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶς>. |
|