| Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis. |
| ΧΟΡΟΣ | |||
-
Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, [στρ. α. |
|||
| 370 | θεοὺς
βροτῶν ἀξιοῦσθαι μέλειν |
||
| ὅσοις
ἀθίκτων χάρις |
|||
| πέφανται δ' ἐγγονοῦσα τόλμη τῶν Ἄρη |
|||
| 375 | πνεόντων
μεῖζον ἢ δικαίως, |
||
| μαντον, ὥστ' ἀπαρκεῖν |
|||
| 380 | εὖ πραπίδων λαχόντι. |
||
| οὐ
γὰρ ἔστιν ἔπαλξις |
|||
| λακτίσαντι μέγαν Δίκας |
|||
| βωμὸν εἰς ἀφάνειαν. |
|||
| 385 | βιᾶται δ' ἁ τάλαινα πειθώ, [ἀντ. α. |
||
προβούλου
παῖς ἄφερτος ἄτας. |
|||
| 390 | κακοῦ
δὲ χαλκοῦ τρόπον |
||
|
μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ |
|||
| 395 | διώκει
παῖς ποτανὸν ὄρνιν, |
||
| † τὸν δ' ἐπίστροφον τῶν[δε] |
|||
| φῶτ' ἄδικον καθαιρεῖ. |
|||
| οἷος καὶ Πάρις ἐλθὼν |
|||
| 400 | ἐς δόμον τὸν Ἀτρειδᾶν |
||
| ᾔσχυνε ξενίαν τράπε- |
|||
| ζαν κλοπαῖσι γυναικός. |
|||
| λιποῦσα δ' ἀστοῖσιν ἀσπίστορας [στρ. β. |
|||
| κλόνους
λοχισμούς τε καὶ |
|||
| 405 | ναυβάτας ὁπλισμούς, |
||
| ἄγουσά τ' ἀντίφερνον Ἰλίῳ φθορὰν | |||
| βεβάκει ῥίμφα διὰ |
|||
| πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δ' ἔστενον | |||
| τόδ'
ἐννέποντες δόμων προφῆται· |
|||
| 410 | "ἰὼ
ἰὼ δῶμα δῶμα καὶ πρόμοι, |
||
| ἄλιστος
ἀφεμένων ἰδεῖν. |
|||
| 415 | φάσμα δόξει δόμων ἀνάσσειν." |
||
| εὐμόρφων
δὲ κολοσσῶν |
|||
| ὀμμάτων
δ' ἐν ἀχηνίαις |
|||
ἔρρει πᾶσ' Ἀφροδίτα. |
|||
| 420 | ὀνειρόφαντοι δὲ πειθήμονες [ἀντ. β. |
||
| πάρεισι
δόξαι φέρου- |
|||
| μάταν γάρ, εὖτ' ἂν ἐς θιγὰς δοκῶν ὁρᾷ, | |||
| παραλλάξασα διὰ |
|||
| 425 | χερῶν βέβακεν ὄψις, οὐ μεθύστερον | ||
| πτεροῖς
ὀπαδοῦς' ὕπνου κελεύθοις. |
|||
| 430 | πένθεια
τλησικάρδιος |
||
| πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ· |
|||
| οὓς
μὲν γάρ <τις> ἔπεμψεν |
|||
| 435 | τεύχη καὶ σποδὸς εἰς ἑκά- |
||
| στου δόμους ἀφικνεῖται. |
|||
| ὁ χρυσαμοιβὸς δ' Ἄρης σωμάτων
[στρ. γ. καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς |
|||
| 440 | πυρωθὲν
ἐξ Ἰλίου |
||
| 445 | στένουσι
δ' εὖ λέγοντες ἄν- |
||
| λοτρίας
διαὶ γυναικός"· |
|||
| 450 | φθονερὸν δ' ὑπ' ἄλγος ἕρπει |
||
| προδίκοις Ἀτρείδαις. |
|||
| οἱ
δ' αὐτοῦ περὶ τεῖχος |
|||
| εὔμορφοι
κατέχουσιν· ἐ- |
|||
| 455 | χθρὰ δ' ἔχοντας ἔκρυψεν. |
||
| βαρεῖα δ' ἀστῶν φάτις ξὺν κότῳ·
[ἀντ. γ. δημοκράτου δ' ἀρᾶς τίνει χρέος. |
|||
| μένει δ' ἀκοῦσαί τί μοι |
|||
| 460 | μέριμνα
νυκτηρεφές. |
||
| 465 | παλιντυχεῖ
τριβᾷ βίου |
||
| τελέθοντος
οὔτις ἀλκά· |
|||
| 470 | Διόθεν κεραυνός. |
||
| κρίνω
δ' ἄφθονον ὄλβον· |
|||
| μήτ' οὖν αὐτὸς ἁλοὺς ὑπ' ἄλ- |
|||
| λων
βίον κατίδοιμι. |
|||
| 475 | - πυρὸς δ' ὑπ' εὐαγγέλου [ἐπῳδ. |
||
| πόλιν
διήκει θοὰ |
|||
| - |
τίς
οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος. |
||
| 480 | φλογὸς παραγγέλμασιν |
||
| νέοις πυρωθέντα καρδίαν ἔπειτ' |
|||
| ἀλλαγᾷ λόγου καμεῖν; |
|||
| - |
γυναικὸς αἰχμᾷ πρέπει |
||
| πρὸ
τοῦ φανέντος χάριν ξυναινέσαι. |
|||
| 485 | πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται |
||
ταχύπορος· ἀλλὰ ταχύμορον |
|||
γυναικογήρυτον
ὄλλυται κλέος. |
|||