Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis. |
ΧOΡOS |
|||
40 | δέκατον μὲν ἔτος τόδ' ἐπεὶ
Πριάμου μέγας ἀντίδικος, Μενέλαος ἄναξ ἠδ' Ἀγαμέμνων, διθρόνου Διόθεν καὶ δισκήπτρου τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν |
||
45 | στόλον Ἀργείων χιλιοναύτην, τῆσδ' ἀπὸ χώρας |
||
ἦραν, στρατιῶτιν ἀρωγὰν, |
|||
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη τρόπον αἰγυπιῶν, |
|||
50 | οἵτ' ἐκπατίοις ἄλγεσι παίδων ὕπατοι λεχέων στροφοδινοῦνται πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, δεμνιοτήρη |
||
πόνον ὀρταλίχων ὀλέσαντες· |
|||
55 | ὕπατος δ' ἀίων ἤ τις Ἀπόλλων ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον γόον ὀξυβόαν τῶνδε μετοίκων ὑστερόποινον |
||
πέμπει παραβᾶσιν Ἐρινύν. |
|||
60 | οὕτω δ' Ἀτρέως παῖδας ὁ κρείσσων ἐπ' Ἀλεξάνδρῳ πέμπει ξένιος Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς πολλὰ παλαίσματα καὶ γυιοβαρῆ γόνατος κονίαισιν ἐρειδομένου |
||
65 | διακναιομένης τ' ἐν προτελείοις | ||
κάμακος θήσων Δαναοῖσι |
|||
Τρωσί θ' ὁμοίως. ἔστι δ' ὅπη
νῦν ἔστι· τελεῖται δ' ἐς τὸ πεπρωμένον· οὔθ' ὑποκαίων οὔθ' ὑπολείβων |
|||
70 | οὔτε δακρύων ἀπύρων ἱερῶν | ||
ὀργὰς ἀτενεῖς παραθέλξει. |
|||
ἡμεῖς δ' ἀτίται σαρκὶ παλαιᾷ τῆς τότ' ἀρωγῆς ὑπολειφθέντες μίμνομεν ἰσχὺν |
|||
75 | ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων ἐντὸς ἀνᾴσσων ἰσόπρεσβυς, Ἄρης δ' οὐκ ἔνι χώρᾳ, τό θ' ὑπέργηρων φυλλάδος ἤδη |
||
80 | κατακαρφομένης τρίποδας μὲν
ὁδοὺς στείχει, παιδὸς δ' οὐδὲν ἀρείων |
||
ὄναρ ἡμερόφαντον ἀλαίνει. |
|||
σὺ δέ, Τυνδάρεω θύγατερ, βασίλεια Κλυταιμήστρα, |
|||
85 | τί χρέος; τί νέον; τί δ' ἐπαισθομένη, τίνος ἀγγελίας |
||
πειθοῖ περίπεμπτα θυοσκεῖς; |
|||
πάντων δὲ θεῶν τῶν ἀστυνόμων, ὑπάτων, χθονίων, |
|||
90 | τῶν τ' οὐρανίων τῶν τ' ἀγοραίων, | ||
βωμοὶ δώροισι φλέγονται· |
|||
ἄλλη δ' ἄλλοθεν οὐρανομήκης λαμπὰς ἀνίσχει, φαρμασσομένη χρίματος ἁγνοῦ |
|||
95 | μαλακαῖς ἀδόλοισι παρηγορίαις, | ||
πελάνῳ μυχόθεν βασιλείῳ. |
|||
τούτων λέξασ' ὅ τι καὶ δυνατὸν καὶ θέμις αἰνεῖν, παιών τε γενοῦ τῆσδε μερίμνης, |
|||
100 | ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, τοτὲ δ' ἐκ θυσιῶν ἀγανὴ φαίνουσ' ἐλπὶς ἀμύνει φροντίδ' ἄπληστον |
||
. | τῆς θυμοβόρου φρένα λύπης. |
||
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν [στρ. α | |||
105 | ἐντελέων· ἔτι γὰρ θεόθεν καταπνεύει
πειθώ, μολπᾶν ἀλκάν, σύμφυτος αἰών· ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας |
||
110 | ξύμφρονα ταγάν, |
||
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
θούριος ὄρνις Τευκρίδ' ἐπ' αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν ὁ κελαινός, ὅ τ' ἐξόπιν |
|||
115 | ἀργᾶς, |
||
φανέντες ἴκταρ μελάθρων χερὸς
ἐκ δοριπάλτου |
|||
παμπρέπτοις ἐν ἕδραισι, |
|||
βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματα, γένναν, | |||
120 | βλαβέντα λοισθίων δρόμων. |
||
αἵλινον αἵλινον εἰπέ, τὸ δ'
εὖ νικάτω. κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς [ἀντ. α. Ἀτρείδας μαχίμους ἐδάη λαγοδαίτας |
|||
125 | πομπούς τ' ἀρχάς· οὕτω δ' εἶπε τερᾴζων· |
||
"χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος, | |||
πάντα δὲ πύργων |
|||
κτήνη πρόσθε τὰ δημιοπληθέα | |||
130 | Μοῖρα λαπάξει πρὸς τὸ βίαιον·
οἶον μή τις ἄγα θεόθεν κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας |
||
135 | στρατωθέν. οἴκτῳ γὰρ ἐπίφθονος Ἄρτεμις ἀγνὰ | ||
πτανοῖσιν κυσὶ πατρὸς |
|||
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι· | |||
στυγεῖ δὲ δεῖπνον αἰετῶν." |
|||
αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω. | |||
140 | "τόσον
περ εὔφρων ἁ καλά, [μεσῳδ. |
||
145 | δεξιὰ μὲν κατάμομφα δὲ φάσματα
† στρουθῶν. |
||
ἰήιον δὲ καλέω Παιᾶνα, |
|||
150 | μή τινας ἀντιπνόους Δαναοῖς
χρονίας ἐχενῇδας ἀπλοίας τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν, ἄνομόν τιν', ἄδαιτον, |
||
νεικέων τέκτονα σύμφυτον, |
|||
οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος | |||
155 | οἰκονόμος δολία μνάμων μῆνις
τεκνόποινος." τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν μόρσιμ' ἀπ' ὀρνίθων ὁδίων οἴκοις βασιλείοις· |
||
τοῖς δ' ὁμόφωνον |
|||
αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω. |
|||
160 | Ζεύς,
ὅστις ποτ' ἐστίν, εἰ τόδ' αὐ- [στρ. β. |
||
τῷ
φίλον κεκλημένῳ, |
|||
165 | πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος | ||
χρὴ βαλεῖν ἐτητύμως. |
|||
οὐδ' ὅστις πάροιθεν ἦν μέγας, [ἀντ. β. |
|||
παμμάχῳ θράσει βρύων, |
|||
170 | οὐδὲ
λέξεται πρὶν ὤν· |
||
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων | |||
175 | τεύξεται
φρενῶν τὸ πᾶν, |
||
στάζει δ' ἀνθ' ὕπνου πρὸ καρδίας |
|||
180 | μνησιπήμων
πόνος· καὶ παρ' ἄ- |
||
δαιμόνων δέ που χάρις βίαιος | |||
σέλμα
σεμνὸν ἡμένων. |
|||
185 | σβυς
νεῶν Ἀχαιικῶν, |
||
ἐμπαίοις τύχαισι συμπνέων, |
|||
εὖτ'
ἀπλοίᾳ κεναγγεῖ βαρύ- |
|||
190 | Χαλκίδος πέραν ἔχων παλιρρό- |
||
χθοις
ἐν Αὐλίδος τόποις· |
|||
βροτῶν ἄλαι, |
|||
195 | ναῶν
<τε> καὶ πεισμάτων ἀφειδεῖς, |
||
παλιμμήκη
χρόνον τιθεῖσαι |
|||
χείματος ἄλλο μῆχαρ |
|||
200 | βριθύτερον πρόμοισιν |
||
μάντις
ἔκλαγξεν |
|||
205 | ἄναξ δ' ὁ πρέσβυς τόδ' εἶπε φωνῶν· [ἀντ. δ. |
||
"βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, |
|||
βαρεῖα δ', εἰ |
|||
τέκνον
δαίξω, δόμων ἄγαλμα, |
|||
210 | ῥείθροις πατρῴους χέρας πέλας βω- |
||
μοῦ. τί τῶνδ' ἄνευ κακῶν; |
|||
πῶς
λιπόναυς γένωμαι |
|||
παυσανέμου γὰρ |
|||
215 | θυσίας
παρθενίου θ' αἵματος ὀργᾷ |
||
220 | ἄναγνον, ἀνίερον, τόθεν |
||
τὸ
παντότολμον φρονεῖν μετέγνω. |
|||
ἔτλα δ' οὖν θυτὴρ γενέσθαι |
|||
225 | θυγατρός, γυναικοποίνων |
||
πολέμων ἀρωγὰν |
|||
καὶ προτέλεια ναῶν. |
|||
λιτὰς
δὲ καὶ κληδόνας πατρῴους [ἀντ. ε. |
|||
230 | ἔθεντο
φιλόμαχοι βραβῆς. |
||
φράσεν
δ' ἀόζοις πατὴρ μετ' εὐχὰν |
|||
προνωπῆ λαβεῖν ἀέρδην, |
|||
235 | στόματός τε καλλιπρῴρου |
||
φυλακᾷ
κατασχεῖν |
|||
βίᾳ
χαλινῶν δ', ἀναύδῳ μένει, [στρ. ζ. |
|||
240 | ἔβαλλ' ἕκαστον θυτή- |
||
ρων ἀπ' ὄμματος βέλει φιλοίκτῳ, |
|||
πρέπουσα τὼς ἐν γραφαῖς, προσεννέπειν |
|||
θέλουσ', ἐπεὶ πολλάκις |
|||
πατρὸς κατ' ἀνδρῶνας εὐτραπέζους |
|||
245 | ἔμελψεν, ἁγνᾷ δ' ἀταύρωτος αὐδᾷ πατρὸς | ||
φίλου τριτόσπονδον εὔποτμον |
|||
παιῶνα φίλως ἐτίμα. |
|||
τὰ δ' ἔνθεν οὔτ' εἶδον οὔτ' ἐννέπω· [ἀντ. ζ. | |||
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι. |
|||
250 | Δίκα
δὲ τοῖς μὲν παθοῦ- |
||
σιν μαθεῖν ἐπιρρέπει· τὸ μέλλον |
|||
ἐπεὶ γένοιτ' ἂν κλύοις· πρὸ χαιρέτω· |
|||
ἴσον δὲ τῷ προστένειν. |
|||
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς. |
|||
255 | πέλοιτο δ' οὖν ἁ 'πὶ τούτοισιν εὖ πρᾶξις, ὡς | ||
θέλει τόδ' ἄγχιστον Ἀπίας |
|||
γαίας μονόφρουρον ἕρκος. |
|||
-
ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος· |
|||
260 | γυναῖκ'
ἐρημωθέντος ἄρσενος θρόνου. |
||