Nostri consocii (Google, Affilinet) crustulis memorialibus utuntur. Concedis, si legere pergis.

Aischyl.Ag.1448-1576 (4. Stasimon)

     
       
  Χο. φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, [στρ. α.
 
   

μηδὲ δεμνιοτήρης,

 
1450   μόλοι τὸν ἀεὶ φέρουσ’ ἐν ἡμῖν
Μοῖρ' ἀτέλευτον ὕπνον, δαμέντος
 
   

φύλακος εὐμενεστάτου [καὶ]

 
    πολέα τλάντος γυναικὸς διαί; πρὸς γυναι-  
   

κὸς δ' ἀπέφθισεν βίον.

 
1455

ἰὼ ἰὼ παράνους Ἑλένα [ἐφυμν. α
μία τὰς πολλάς, τὰς πάνυ πολλὰς

 
   

ψυχὰς ὀλέσασ’ ὑπὸ Τροίᾳ,

 
   

νῦν τελέαν πολύμναστον ἐπηνθίσω

 
1460   δι' αἷμ' ἄνιπτον ἥτις ἦν τότ' ἐν δόμοις  
   

ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς.

 
  Κλ. μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς·
μηδ' εἰς Ἑλένην κότον ἐκτρέψῃς,
 
1465   ὡς ἀνδρολέτειρ', ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ’
 
   

ἀξύστατον ἄλγος ἔπραξε.

 
  Χο. δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί- [ἀντ. α.
 
   

οισι Τανταλίδαισιν,

 
1470   κράτος <τ'> ἰσόψυχον ἐκ γυναικῶν
καρδιόδηκτον ἐμοὶ κρατύνεις,
 
   

ἐπὶ δὲ σώματος δίκαν [μοι]

 
    κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως ὕμνον ὑ-  
   

μνεῖν ἐπεύχεαι <κακόν>.

 
1475 Κλ. νῦν δ' ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλῄσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείρᾳ τρέφεται· πρὶν καταλῆξαι
 
1480  

τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.

 
  Χο. ἦ μέγαν οἴκοις τοῖσδε [στρ. β.
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
 
   

φεῦ φεῦ, κακὸν αἶνον

 
   

ἀτηρᾶς τύχας ἀκόρεστον·

 
1485  

ἰὼ ἰὴ διαὶ Διὸς
παναιτίου πανεργέτα·

 
    τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;  
   

τί τῶνδ' οὐ θεόκραντόν ἐστιν;

 
 
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, [ἐφυμν. β.
 
1490   πῶς σε δακρύσω;  
   

φρενὸς ἐκ φιλίας τί ποτ' εἴπω;

 
    κεῖσαι δ' ἀράχνης ἐν ὑφάσματι τῷδ'  
   

ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,

 
    ὤμοι μοι, κοίταν τάνδ' ἀνελεύθερον
 
1495  

δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>

 
    ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.  
  Κλ. αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν·
μὴ δ' ἐπιλεχθῇς
᾿Αγαμεμνονίαν εἶναί μ' ἄλοχον.
 
1500   φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδ' ὁ παλαιὸς δριμὺς ἀλάστωρ
᾿Ατρέως χαλεποῦ θοινατῆρος
τόνδ' ἀπέτεισεν,
 
   

τέλεον νεαροῖς ἐπιθύσας.

 
1505 Χο. ὡς μὲν ἀναίτιος εἶ [ἀντ. β.
τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
 
   

πῶ πῶ; πατρόθεν δὲ

 
   

συλλήπτωρ γένοιτ' ἂν ἀλάστωρ.

 
   

βιάζεται δ' ὁμοσπόροις

 
1510  

ἐπιρροαῖσιν αἱμάτων

 
    μέλας Ἄρης, ὅποι δίκαν προβαίνων  
   

πάχνᾳ κουροβόρῳ παρέξει.

 
 
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, [ἐφυμν. β.
πῶς σε δακρύσω;
 
1515  

φρενὸς ἐκ φιλίας τί ποτ' εἴπω;

 
    κεῖσαι δ' ἀράχνης ἐν ὑφάσματι τῷδ'  
   

ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,

 
    ὤμοι μοι, κοίταν τάνδ' ἀνελεύθερον  
   

δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>

 
1520
Κλ.
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
[οὔτ' ἀνελεύθερον οἶμαι θάνατον
τῷδε γενέσθαι.]
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
οἴκοισιν ἔθηκ';
 
1525   ἀλλ' ἐμὸν ἐκ τοῦδ' ἔρνος ἀερθέν,
† τὴν πολύκλαυτόν τ' ᾿Ιφιγενείαν,
ἄξια δράσας, ἄξια πάσχων,
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
ξιφοδηλήτῳ
 
   

θανάτῳ τείσας ἅπερ ἔρξεν.

 
1530 Χο.

ἀμηχανῶ φροντίδος στερηθεὶς [στρ. γ.

 
   

εὐπάλαμον μέριμναν

 
   

ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου.

 
    δέδοικα δ' ὄμβρου κτύπον δομοσφαλῆ  
   

τὸν αἱματηρόν. ψακὰς δὲ λήγει;

 
1535   δίκην [δ'] ἐπ' ἄλλο πρᾶγμα θηγάνει βλάβης  
 

πρὸς ἄλλαις θηγάναισι Μοῖρα.
ἰὼ γᾶ γᾶ, εἴθ' ἔμ' ἐδέξω, [ἐφ. γ.
πρὶν τόνδ' ἐπιδεῖν ἀργυροτοίχου

 
1540  

δροίτης κατέχοντα χάμευναν.

 
   

τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδ' ἔρξαι τλήσῃ, κτείνασ’
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,

 
1545  

ψυχῇ τ' ἄχαριν χάριν ἀντ' ἔργων

 
   

μεγάλων ἀδίκως ἐπικρᾶναι;

 
 
τίς δ' ἐπιτύμβιος αἶνον ἐπ' ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
 
1550  

ἀληθείᾳ φρενῶν πονήσει;

 
  Κλ. οὐ σὲ προσήκει τὸ μέλημ' ἀλέγειν
τοῦτο· πρὸς ἡμῶν
κάππεσε, κάτθανε, καὶ καταθάψομεν
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
 
1555   ἀλλ' Ἰφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρ' ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμ' ἀχέων
 
   

περὶ χεῖρε βαλοῦσα φιλήσει.

 
1560 Χο. ὄνειδος ἥκει τόδ' ἀντ' ὀνείδους, [ἀντ. γ.  
   

δύσμαχα δ' ἐστὶ κρῖναι.

 
   

φέρει φέροντ', ἐκτίνει δ' ὁ καίνων.

 
    μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς  
   

<παθεῖν τὸν ἔρξαντα>· θέσμιον γάρ.

 
1565   τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
 
   

κεκόλληται γένος πρὸς ἄτᾳ.

 
  Κλ.

ἐς τόνδ' ἐνέβη σὺν ἀληθείᾳ
χρησμός. ἐγὼ δ' οὖν
ἐθέλω δαίμονι τῷ Πλεισθενιδᾶν

 
1570  

ὅρκους θεμένη τάδε μὲν στέργειν,
δύστλητά περ ὄνθ'· ὃ δὲ λοιπόν, ἰόντ'
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισι·
κτεάνων δὲ μέρος

 
1575  

βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι,
μανίας μελάθρων

 
   

ἀλληλοφόνους ἀφελούσῃ.