Nostri consocii (Google, Affilinet) crustulis memorialibus utuntur. Concedis, si legere pergis.

Aischyl.Ag.681-781 (2. Stasimon)

     
       
681 Χο. τίς ποτ' ὠνόμαξεν ὧδ' [στρ. α.
ἐς τὸ πᾶν ἐτητύμως -
μή τις ὅντιν' οὐχ ὁρῶ-
μεν προνοί-
αισι τοῦ πεπρωμένου
 
685   γλῶσσαν ἐν τύχᾳ νέμων; - τὰν
 
   

δορίγαμβρον ἀμφινεικῆ
θ' Ἑλέναν; ἐπεὶ πρεπόντως
ἑλένας, ἕλανδρος, ἑλέ-

 
690  

πτολις, ἐκ τῶν ἁβροπήνων
προκαλυμμάτων ἔπλευσε
Ζεφύρου γίγαντος αὔρᾳ,
πολύανδροί
τε φεράσπιδες κυναγοὶ

 
695  

κατ' ἴχνος πλατᾶν ἄφαντον
κελσάντων Σιμόεντος
ἀκτὰς ἐπ' ἀεξιφύλλους
δι' ἔριν αἱματόεσσαν.

 
    Ἰλίῳ δὲ κῆδος ὀρθ- [ἀντ. α.  
700   ώνυμον τελεσσίφρων
μῆνις ἤλασεν, τραπέ-
ζας ἀτί-
μωσιν ὑστέρῳ χρόνῳ
καὶ ξυνεστίου Διὸς πρασ-
 
705  

σομένα τὸ νυμφότιμον
μέλος ἐκφάτως τίοντας,
ὑμέναιον, ὃς τότ' ἐπέρ-
ρεπε γαμβροῖσιν ἀείδειν.
μεταμανθάνουσα δ' ὕμνον

 
710  

Πριάμου πόλις γεραιὰ
πολύθρηνον
μέγα που στένει κικλήσκουσ'
Ἄπαριν τὸν αἰνόλεκτρον,
παμπορθῆ πολύθρηνον

 
715  

αἰῶν' ἀμφὶ πολιτᾶν
μέλεον αἷμ' ἀνατλᾶσα.

 
    ἔθρεψεν δὲ λέοντος ἶ- [στρ. β.
νιν δόμοις ἀγάλακτον οὕ-
 
   

τως ἀνὴρ φιλόμαστον,

 
720  

ἐν βιότου προτελείοις
ἅμερον, εὐφιλόπαιδα
καὶ γεραροῖς ἐπίχαρτον.

 
    πολέα δ' ἔσκ' ἐν ἀγκάλαις
νεοτρόφου τέκνου δίκαν,
 
725   φαιδρωπὸς ποτὶ χεῖρα σαί-  
   

νων τε γαστρὸς ἀνάγκαις.

 
    χρονισθεὶς δ' ἀπέδειξεν ἦ- [ἀντ. β.
θος τὸ πρὸς τοκέων· χάριν
 
   

γὰρ τροφεῦσιν ἀμείβων

 
730  

μηλοφόνοισι μάταισιν
δαῖτ' ἀκέλευστος ἔτευξεν,
αἵματι δ' οἶκος ἐφύρθη,

 
    ἄμαχον ἄλγος οἰκέταις,
μέγα σίνος πολυκτόνον.
 
735   ἐκ θεοῦ δ' ἱερεύς τις ἄ-  
   

τας δόμοις προσεθρέφθη.

 
    πάραυτα δ' ἐλθεῖν ἐς Ἰλίου πόλιν [στρ. γ.  
   

λέγοιμ' ἂν φρόνημα μὲν

 
740  

νηνέμου γαλάνας,

 
    ἀκασκαῖον <τ'> ἄγαλμα πλούτου,  
   

μαλθακὸν ὀμμάτων βέλος,
δηξίθυμον ἔρωτος ἄνθος.

 
   

παρακλίνασ' ἐπέκρανεν

 
745  

δὲ γάμου πικρὰς τελευτάς,
δύσεδρος καὶ δυσόμιλος
συμένα Πριαμίδαισιν,

 
   

πομπᾷ Διὸς ξενίου,

 
   

νυμφόκλαυτος Ἐρινύς.

 
750   παλαίφατος δ' ἐν βροτοῖς γέρων λόγος [ἀντ. γ.  
   

τέτυκται, μέγαν τελε-

 
   

σθέντα φωτὸς ὄλβον

 
    τεκνοῦσθαι μηδ' ἄπαιδα θνῄσκειν,
 
755  

ἐκ δ' ἀγαθᾶς τύχας γένει
βλαστάνειν ἀκόρεστον οἰζύν.

 
   

δίχα δ' ἄλλων μονόφρων εἰ-
μί. τὸ δυσσεβὲς γὰρ ἔργον
μετὰ μὲν πλείονα τίκτει,

 
760  

σφετέρᾳ δ' εἰκότα γέννᾳ.

 
   

οἴκων γὰρ εὐθυδίκων

 
   

καλλίπαις πότμος ἀεί.

 
   

φιλεῖ δὲ τίκτειν Ὕβρις [στρ. δ.
μὲν παλαιὰ νεά-

 
765  

ζουσαν ἐν κακοῖς βροτῶν

 
    Ὕβριν τότ' ἢ τόθ', ὅτε τὸ κύριον μόλῃ  
   

φάος τόκου, δαίμονά τ' ἔταν,
ἄμαχον ἀπόλεμον ἀνίερον,

 
770   Θράσος, μελαίνα μελάθροισιν Ἄτα,  
   

εἰδομένα τοκεῦσιν.
Δίκα δὲ λάμπει μὲν ἐν [ἀντ. δ.
δυσκάπνοις δώμασιν,

 
775  

τόν τ' ἐναίσιμον τίει [βίον].

 
    τὰ χρυσόπαστα δ' ἔδεθλα σὺν πίνῳ χερῶν  
   

παλιντρόποις ὄμμασι λιποῦσ',
ὅσια προσέβατο δύναμιν οὐ

 
780   σέβουσα πλούτου παράσημον αἴνῳ·  
   

πᾶν δ' ἐπὶ τέρμα νωμᾷ.