Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis. |
Χο. | τάχ' εἰσόμεσθα λαμπάδων φαεσφόρων | ||
490 | φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
εἴτ' οὖν ἀληθεῖς, εἴτ' ὀνειράτων δίκην τερπνὸν τόδ' ἐλθὸν φῶς ἐφήλωσεν φρένας. κήρυκ' ἀπ' ἀκτῆς τόνδ' ὁρῶ κατάσκιον κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις |
||
495 | πηλοῦ ξύνουρος διψία κόνις
τάδε, ὡς οὐκ ἄναυδος οὗτος, οὐ δαίων φλόγα ὕλης ὀρείας, σημανεῖ καπνῷ πυρός, ἀλλ' ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων - τὸν ἀντίον δὲ τοῖσδ' ἀποστέργω λόγον· |
||
500 | εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη
πέλοι. |
||
- |
ὅστις τάδ' ἄλλως τῇδ' ἐπεύχεται
πόλει, αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν. |
||
ΚΗΡΥΞ | |||
ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
δεκάτῳ σε φέγγει τῷδ' ἀφικόμην ἔτους, |
|||
505 | πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς
τυχών. οὐ γάρ ποτ' ηὔχουν τῇδ' ἐν Ἀργείᾳ χθονὶ θανὼν μεθέξειν φιλτάτου τάφου μέρος. νῦν χαῖρε μὲν χθών, χαῖρε δ' ἡλίου φάος, ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ' ἄναξ, |
||
510 | τόξοις ἰάπτων μηκέτ' εἰς ἡμᾶς
βέλη· ἅλις παρὰ Σκάμανδρον ἦσθ' ἀνάρσιος, νῦν δ' αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος, ἄναξ Ἄπολλον. τούς τ' ἀγωνίους θεοὺς πάντας προσαυδῶ, τόν τ' ἐμὸν τιμάορον |
||
515 | Ἑρμῆν, φίλον κήρυκα, κηρύκων
σέβας, ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι, σεμνοί τε θᾶκοι, δαίμονές τ' ἀντήλιοι, |
||
520 | εἴ που πάλαι, φαιδροῖσι τοισίδ'
ὄμμασι δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ. ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων καὶ τοῖσδ' ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ. ἀλλ' εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει, |
||
525 | Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον. βωμοὶ δ' ἄιστοι καὶ θεῶν ἱδρύματα, καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός. τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον |
||
530 | ἄναξ Ἀτρείδης πρέσβυς, εὐδαίμων
ἀνήρ, ἥκει, τίεσθαι δ' ἀξιώτατος βροτῶν τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην |
||
535 | Χο. Κη. |
τοῦ ῥυσίου θ' ἥμαρτε καὶ πανώλεθρον
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον. διπλᾶ δ' ἔτεισαν Πριαμίδαι θἀμάρτια. κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ. χαίρω, † τεθνᾶναι δ' οὐκέτ' ἀντερῶ θεοῖς. † |
|
540 | Χο. Κη. Χο. Κη. Χο. |
ἔρως πατρῴας τῆσδε γῆς ς'
ἐγύμνασεν; ὥστ' ἐνδακρύειν γ' ὄμμασιν χαρᾶς ὕπο. τερπνῆς ἄρ' ἦστε τῆσδ' ἐπήβολοι νόσου, πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου. τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. |
|
545 | Κη. Χο. Κη. Χο. Κη. |
ποθεῖν ποθοῦντα τήνδε γῆν
στρατὸν λέγεις; ὡς πόλλ' ἀμαυρᾶς ἐκ φρενός <μ'> ἀναστένειν. πόθεν τὸ δύσφρον; τοῦτ' ἐπῆν στύγος στρατῷ; πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω. καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς; |
|
550 | Χο. Κη. |
ὡς νῦν τὸ σὸν δή, καὶ θανεῖν
πολλὴ χάρις. εὖ γὰρ πέπρακται. ταῦτα δ' ἐν πολλῷ χρόνῳ τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν, τὰ δ' αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν ἅπαντ' ἀπήμων τὸν δι' αἰῶνος χρόνον; |
|
555 | μόχθους γὰρ εἰ λέγοιμι καὶ
δυσαυλίας, σπαρνὰς παρήξεις καὶ κακοστρώτουσ - τί δ' οὐ στένοντες, οὐ λαχόντες ἤματος μέρος; τὰ δ' αὖτε χέρσῳ· καὶ προσῆν πλέον στύγος· εὐναὶ γὰρ ἦσαν δηίων πρὸς τείχεσιν, |
||
560 | ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμωνίας
† δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα. χειμῶνα δ' εἰ λέγοι τις οἰωνοκτόνον, οἷον παρεῖχ' ἄφερτον Ἰδαία χιών, |
||
565 | ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών - τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος· παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν τὸ μήποτ' αὖθις μηδ' ἀναστῆναι μέλειν - |
||
570 | τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ
λέγειν, τὸν ζῶντα δ' ἀλγεῖν χρὴ τύχης παλιγκότου; καὶ πολλὰ χαίρειν ξυμφοραῖς καταξιῶ. ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ νικᾷ τὸ κέρδος, πῆμα δ' οὐκ ἀντιρρέπει· |
||
575 | ὡς κομπάσαι τῷδ' εἰκὸς ἡλίου
φάει ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις· "Τροίαν ἑλόντες δήποτ' Ἀργείων στόλος θεοῖς λάφυρα ταῦτα τοῖς καθ' ῾Ελλάδα δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος." |
||
580 | Χο. |
τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν
πόλιν καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται Διὸς τάδ' ἐκπράξασα. πάντ' ἔχεις λόγον. νικώμενος λόγοισιν οὐκ ἀναίνομαι· ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὐμαθεῖν. |
|
585 | δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ
μέλειν εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ. Κλ. ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο, ὅτ' ἦλθ' ὁ πρῶτος νύχιος ἄγγελος πυρός, φράζων ἅλωσιν Ἰλίου τ' ἀνάστασιν. |
||
590 | καί τίς μ' ἐνίπτων εἶπε, "φρυκτωρῶν
διὰ πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς; ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ." λόγοις τοιούτοις πλαγκτὸς οὖσ' ἐφαινόμην. ὅμως δ' ἔθυον, καὶ γυναικείῳ νόμῳ |
||
595 | ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ
πτόλιν ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις, θυηφάγον κοιμῶντες εὐώδη φλόγα. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν; ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον. |
||
600 | ὅπως δ' ἄριστα τὸν ἐμὸν αἰδοῖον
πόσιν σπεύσω πάλιν μολόντα δέξασθαι - τί γὰρ γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, ἀπὸ στρατείας ἄνδρα σώσαντος θεοῦ πύλας ἀνοῖξαι; - ταῦτ' ἀπάγγειλον πόσει· |
||
605 | ἥκειν ὅπως τάχιστ' ἐράσμιον
πόλει· γυναῖκα πιστὴν δ' ἐν δόμοις εὕροι μολὼν οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα, ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν, καὶ τἄλλ' ὁμοίαν πάντα, σημαντήριον |
||
610 | οὐδὲν διαφθείρασαν ἐν μήκει
χρόνου. οὐδ' οἶδα τέρψιν οὐδ' ἐπίψογον φάτιν ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς. τοιόσδ' ὁ κόμπος, τῆς ἀληθείας γέμων, οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν. |
||
615 | Χο. | αὕτη μὲν οὕτως εἶπε μανθάνοντί
σοι † τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δ' εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι, εἰ νόστιμός τε καὶ σεσῳμένος πάλιν ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. |
|
620 | Κη. Χο. Κη. |
οὐκ ἔσθ' ὅπως λέξαιμι τὰ ψευδῆ
καλὰ ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. πῶς δῆτ' ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις; σχισθέντα δ' οὐκ εὔκρυπτα γίγνεται τάδε. ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ, |
|
625 | Χο. Κη. |
αὐτός τε καὶ τὸ πλοῖον. οὐ
ψευδῆ λέγω. πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ; ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ· μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. |
|
630 | Χο.
Κη. Χο. |
πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο; οὐκ οἶδεν οὐδεὶς ὥστ' ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν. πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ |
|
635 | Κη. |
ἐλθεῖν τελευτῆσαί τε δαιμόνων
κότῳ; εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν. ὅταν δ' ἀπευκτὰ πήματ' ἄγγελος πόλει στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, |
|
640 | πόλει μὲν ἕλκος ἓν τὸ δήμιον
τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, δίλογχον ἄτην, φοινίαν ξυνωρίδα· τοιῶνδε μέντοι πημάτων σεσαγμένον |
||
645 | πρέπει λέγειν παιᾶνα τόνδ'
Ἐρινύων. σωτηρίων δὲ πραγμάτων εὐάγγελον ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν - πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων χειμῶν' Ἀχαιῶν οὐκ ἀμήνιτον θεοῖς; |
||
650 | ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι
τὸ πρίν, πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ' ἐδειξάτην φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν· ἐν νυκτὶ δυσκύμαντα δ' ὠρώρει κακά. ναῦς γὰρ πρὸς ἀλλήλῃσι Θρῄκιαι πνοαὶ |
||
655 | ἤρεικον· αἱ δὲ κεροτυπούμεναι
βίᾳ χειμῶνι τυφῶ σὺν ζάλῃ τ' ὀμβροκτύπῳ ᾤχοντ' ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ. ἐπεὶ δ' ἀνῆλθε λαμπρὸν ἡλίου φάος, ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς |
||
660 | ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ'
ἐρειπίοις. ἡμᾶς γε μὲν δὴ ναῦν τ' ἀκήρατον σκάφος ἤτοι τις ἐξέκλεψεν ἢ 'ξῃτήσατο θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών. τύχη δὲ σωτὴρ ναῦν θέλουσ' ἐφέζετο, |
||
665 | ὡς μήτ' ἐν ὅρμῳ κύματος ζάλην
ἔχειν μήτ' ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα. ἔπειτα δ' Ἅιδην πόντιον πεφευγότες, λευκὸν κατ' ἦμαρ, οὐ πεποιθότες τύχῃ, ἐβουκολοῦμεν φροντίσιν νέον πάθος, |
||
670 | στρατοῦ καμόντος καὶ κακῶς
σποδουμένου. καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων, λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν; ἡμεῖς τ' ἐκείνους ταὔτ' ἔχειν δοξάζομεν. γένοιτο δ' ὡς ἄριστα. Μενέλεων γὰρ οὖν |
||
. . . . . . . | |||
675 | πρῶτόν τε καὶ μάλιστα προσδόκα
μέλειν· εἰ δ' οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ χλωρόν τε καὶ βλέποντα, μηχαναῖς Διὸς οὔπω θέλοντος ἐξαναλῶσαι γένος, ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν. |
||
680 | τοσαῦτ' ἀκούσας ἴσθι τἀληθῆ κλυών. | ||