|
|
| |
I.
Περὶ Ὀρφέως καὶ Εὐρυδίκης |
| 1
2
3
4
5
6
7
8
9
|
Τίς οὐκ ἀκήκοεν, ὅτι Ὀρφεὺς ὁ ἀοιδὸς ᾄδων ἐκίνει λίθους
τε καὶ δένδρα; Ἐφείποντο δ’ αὐτῷ ᾄδοντι οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ
καὶ τὰ θηρία. Ἀποθανούσης δ’ Εὐρυδίκης τῆς γυναικὸς αὐτοῦ κατῆλθεν
εἰς Ἅιδου θέλων ἀναγαγεῖν αὐτήν. Πλοῦτων δέ, ἐπειδὴ Ὀρφέα ἑώρα ἐκ
τῆς ψυχῆς φιλοῦντα τὴν γυναῖκα εἴασεν αὐτὴν ἀναχωρεῖν. "Ἀλλ’",
ἔφη, "πορευόμενος μὴ ἐπιστραφῇς, πρὶν εἰς τὴν οἰκίαν σου παραγενέσθαι."
Ἡνίκα δ’ οὐ πολὺ ἀπεῖχον τῶν Ἅιδου πυλῶν, Ὀρφεὺς ἐπιστραφεὶς ἐθεάσατο
τὴν γυναῖκα· ἡ δὲ πάλιν εἰς Ἅιδου κατήχθη. |
|
|