1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31 |
| |
Κροῖσος· |
Ὦ ξένε Ἀθηναῖε, νομίζῃ πάντων σοφώτατος καὶ
διὰ πολλῶν χωρῶν καὶ πόλεων πορεύῃ. Διὰ τοῦτο βούλομαι σοῦ
πυθέσθαι, τίνα πάντων νομίζεις εὐδαιμονέστατον. |
| |
Σόλων· |
Ὦ βασιλεῦ, νομίζω οὐδένα ὀλβιώτερον εἶναι Τέλλου Ἀθηναίου. |
| |
Κροῖσος· |
Διὰ τί λέγεις, ὦ φίλτατε, Τέλλον ὀλβιώτατον; |
| |
Σόλων· |
Ὅτι αὐτῷ παῖδες ἦσαν καλοί τε κἀγαθοὶ καὶ φίλτατος ἦν τοῖς
πολίταις καὶ ἡ τελευτὴ αὐτοῦ γλυκυτάτη ἦν. Ἀνδρειότατα γὰρ
μαχόμενος ὑπὲρ τῆς πατρίδος λαμπρῶς ἐτελεύτησεν. |
| |
Κροῖσος· |
Μετὰ δὲ Τέλλον τίνα ὀλβιώτατον νομίζεις; |
| |
Σόλων· |
Κλέοβιν
καὶ Βίτωνα· τούτοις γὰρ βίος ἱκανὸς ἦν καὶ ῥώμη σώματος μεγίστη.
Μήτηρ δ’ αὐτῶν ἦν τῆς Ἥρας ἱέρεια. Ἐτελεύτησαν δὲ κάλλιστα
νεανίαι ὄντες. Τὴν γὰρ μητέρα τῶν βοῶν οὐ παραγενομένων αὐτοὶ
ἐφ’ ἁμάξης ὡς τάχιστα ἐκόμισαν πρὸς τὸ τῆς Ἥρας ἱερόν· εἶτα
θύσαντες τῇ αὐτῇ ἡμέρᾳ ἀλύπως ἀπέθανον. |
| |
Κροῖσος· |
Θαυμάζω μάλιστα, ὅτι τούτους λέγεις εὐτυχεστέρους ἐμοῦ. |
| |
Σόλων· |
Οὐδέν, ὦ βασιλεῦ, αἴσχιόν μοι φαίνεται τοῦ κολακεύειν· διὸ
τόδε σοι λέγω. Σὺ μὲν διάγεις λαμπρότερον τῶν ἄλλων καὶ ἐν
μείζονι δυνάμει. Εὐδαίμονα δ’ ἐγὼ νομίζω τοῦτον, ὃς οὐ μόνον
καλῶς διάγει, ἀλλὰ καὶ καλῶς ἀποθνῄσκει. Πολλοὶ γὰρ ἤδη τούτων,
οἳ ἥδιστα διῆγον, κάκιστα ἀπέθανον. |
|