| |
ὁ πάππος καὶ
ἡ τήθη |
1
2
3
4 |
Καὶ πατράσιν καὶ μητράσιν πατέρες καὶ μητέρες εἰσίν·
ὁ μὲν τοῦ πατρὸς πατὴρ πάππος ὀνομάζεται, ἡ δὲ τῆς μητρὸς πατὴρ μητροπάτωρ.
ἡ δὲ τοῦ πατρὸς καὶ τῆς μητρὸς μήτηρ μεγαλομήτηρ ἢ τήθη ὀνομάζεται.
|
| |
Περὶ Νιόβης |
1
2
3
4
5
6
7
8
9 |
Νιόβη ἦν γυνὴ Ἀμφίονος, τοῦ τῶν Θηβαίων βασιλεύοντος.
Μήτηρ δ’ οὖσα ἑπτὰ υἱῶν καὶ ἑπτὰ θυγατέρων ὑβρίζουσα ὠνείδισε Λητοῖ,
τῇ Ἀπόλλωνος καὶ Ἀρτέμιδος μητρί· ἐκώλυε γὰρ τὰς θυγατέρας θῦσαι τῇ
θεῷ. Ἡ δὲ χαλεπαίνουσα τοῖς τῆς Νιόβης υἱοῖς καὶ ταῖς θυγατράσι θάνατον
ἐβουλεύσατο. Ὁ μὲν οὖν Ἀπόλλων τοὺς υἱοὺς ἐν θήρᾳ ὄντας κατετόξευσεν,
ἡ δ’ Ἄρτεμις τὰς θυγατέρας ἐν τῇ οἰκίᾳ οὔσας. Τότε ἡ Νιόβη ἐκ τῶν
Θηβῶν ὤχετο πρὸς Τάνταλον τὸν πατέρα. Καὶ οὐκ ἐπαύσατο δακρύουσα,
πρὶν ὁ τῶν θεῶν τε καὶ ἀνθρώπων πατὴρ αὐτὴν εἰς λίθον μετεμόρφωσεν. |
| Ἀποφθέγματα (iam.Trim.) |
| |
- Ἀλλ’ εἰσὶν
μητρὶ παῖδες
ἄγκυραι βίου.
- Ἀνδρὸς
χαρακτὴρ ἐκ
λόγου γιγνώσκεται.
- Ἀθάνατον
ἔχθραν μὴ φύλαττε
θνητὸς ὤν.
|
| Ἐπίγραμμα (Pergamonmuseum Berlin) |
| |
Ἄτταλος βασίλισσαν Ἀπολλωνίδα,
τὴμ (= τὴν) μητέρα, φιλοστοργίας ἕνεκα
τῆς πρὸς αὐτόν. |