Polybios VI 3,5 - 4,13
Die drei Verfassungsformen

sagsin.jpg (1095 Byte)

VI 3,5-4,13

VI 5,4-10

VI 6,1-12

VI 7,1-10

sagdex.jpg (1082 Byte)

 

(zur altgriechischen Schrift)

(1) Polybios VI 3,5 - 4,13: τρία γένη πολιτειῶν

3 (5) Συμβαίνει δὴ τοὺς πλείστους τῶν βουλομένων διδασκαλικῶς ἡμῖν ὑποδεικνύειν περὶ τῶν τοιούτων τρία γένη λέγειν πολιτειῶν, ὧν τὸ μὲν καλοῦσι βασιλείαν, τὸ δ' ἀριστοκρατίαν, τὸ δὲ τρίτον δημοκρατίαν. (6) δοκεῖ δέ μοι πάνυ τις εἰκότως ἂν ἐπαπορῆσαι πρὸς αὐτούς, πότερον ὡς μόνας ταύτας ἢ καὶ νὴ Δί' ὡς ἀρίστας ἡμῖν εἰσηγοῦνται τῶν πολιτειῶν. (7) κατ' ἀμφότερα γὰρ ἀγνοεῖν μοι δοκοῦσι. δῆλον γὰρ ὡς ἀρίστην μὲν ἡγητέον πολιτείαν τὴν ἐκ πάντων τῶν προειρημένων ἰδιωμάτων συνεστῶσαν· (8) τούτου γὰρ τοῦ μέρους οὐ λόγῳ μόνον, ἀλλ' ἔργῳ πεῖραν εἰλήφαμεν, Λυκούργου συστήσαντος πρώτου κατὰ τοῦτον τὸν τρόπον τὸ Λακεδαιμονίων πολίτευμα. (9) καὶ μὴν οὐδ' ὡς μόνας ταύτας προσδεκτέον· καὶ γὰρ μοναρχικὰς καὶ τυραννικὰς ἤδη τινὰς τεθεάμεθα πολιτείας, αἳ πλεῖστον διαφέρουσαι βασιλείας παραπλήσιον ἔχειν τι ταύτῃ δοκοῦσιν· (10) ᾗ καὶ συμψεύδονται καὶ συγχρῶνται πάντες οἱ μόναρχοι καθ' ὅσον οἷοί τ' εἰσὶ τῷ τῆς βασιλείας ὀνόματι. (11) καὶ μὴν ὀλιγαρχικὰ πολιτεύματα καὶ πλείω γέγονε, δοκοῦντα παρόμοιον ἔχειν τι τοῖς ἀριστοκρατικοῖς, ἃ πλεῖστον ὡς ἔπος εἰπεῖν διεστᾶσιν. (12) ὁ δ' αὐτὸς λόγος καὶ περὶ δημοκρατίας.

4. (1) ὅτι δ' ἀληθές ἐστι τὸ λεγόμενον ἐκᾇ τούτων συμφανές. (2) οὔτε γὰρ πᾶσαν δήπου μοναρχίαν εὐθέως βασιλείαν ῥητέον, ἀλλὰ μόνην τὴν ἐξ ἑκόντων συγχωρουμένην καὶ τῇ γνώμῃ τὸ πλεῖον ἢ φόβῳ καὶ βίᾳ κυβερνωμένην· (3) οὐδὲ μὴν πᾶσαν ὀλιγαρχίαν ἀριστοκρατίαν νομιστέον, ἀλλὰ ταύτην, ἥτις ἂν κατ' ἐκλογὴν ὑπὸ τῶν δικαιοτάτων καὶ φρονιμωτάτων ἀνδρῶν βραβεύηται. (4) παραπλησίως οὐδὲ δημοκρατίαν, ἐν ᾗ πᾶν πλῆθος κύριόν ἐστι ποιεῖν ὅ, τι ποτ' ἂν αὐτὸ βουληθῇ καὶ πρόθηται (5) παρὰ δ' ᾧ πάτριόν ἐστι καὶ σύνηθες θεοὺς σέβεσθαι, γονεῖς θεραπεύειν, πρεσβυτέρους αἰδεῖσθαι, νόμοις πείθεσθαι, παρὰ τοῖς τοιούτοις συστήμασιν ὅταν τὸ τοῖς πλείοσι δόξαν νικᾷ, τοῦτο καλεῖν [δεῖ] δημοκρατίαν. (6) διὸ καὶ γένη μὲν ἓξ εἶναι ῥητέον πολιτειῶν, τρία μὲν ἃ πάντες θρυλοῦσι καὶ νῦν προείρηται, τρία δὲ τὰ τούτοις συμφυῆ, λέγω δὲ μοναρχίαν, ὀλιγαρχίαν, ὀχλοκρατίαν. (7) πρώτη μὲν οὖν ἀκατασκεύως καὶ φυσικῶς συνίσταται μοναρχία, ταύτῃ δ' ἕπεται καὶ ἐκ ταύτης γεννᾶται μετὰ κατασκευῆς καὶ διορθώσεως βασιλεία. (8) μεταβαλλούσης δὲ ταύτης εἰς τὰ συμφυῆ κακά, λέγω δ' εἰς τυραννίδ', αὖθις ἐκ τῆς τούτων καταλύσεως ἀριστοκρατία φύεται. (9) καὶ μὴν ταύτης εἰς ὀλιγαρχίαν ἐκτραπείσης κατὰ φύσιν, τοῦ δὲ πλήθους ὀργῇ μετελθόντος τὰς τῶν προεστώτων ἀδικίας, γεννᾶται δῆμος. (10) ἐκ δὲ τῆς τούτου πάλιν ὕβρεως καὶ παρανομίας ἀποπληροῦται σὺν χρόνοις ὀχλοκρατία. (11) γνοίη δ' ἄν τις σαφέστατα περὶ τούτων ὡς ἀληθῶς ἐστιν οἷα δὴ νῦν εἶπον, ἐπὶ τὰς ἑκάστων κατὰ φύσιν ἀρχὰς καὶ γενέσεις καὶ μεταβολὰς ἐπιστήσας. (12) ὁ γὰρ συνιδὼν ἕκαστον αὐτῶν ὡς φύεται, μόνος ἂν οὗτος δύναιτο συνιδεῖν καὶ τὴν αὔξησιν καὶ τὴν ἀκμὴν καὶ τὴν μεταβολὴν ἑκάστων καὶ τὸ τέλος, πότε καὶ πῶς καὶ ποῦ καταντήσει πάλιν· (13) μάλιστα δ' ἐπὶ τῆς ῾Ρωμαίων πολιτείας τοῦτον ἁρμόσειν τὸν τρόπον ὑπείληφα τῆς ἐξηγήσεως διὰ τὸ κατὰ φύσιν αὐτὴν ἀπ' ἀρχῆς εἰληφέναι τήν τε σύστασιν καὶ [τὴν] αὔξησιν.
προσαπορέω πρός τινα stelle jemandem eine Zusatzfrage συμφυής zusammengewachsen; von Natur aus zusammengehörig
τὸ ἰδίωμα Eigenart, Sonderform ἡ διόρθωσις  Berichtigung, Korrektur
προσδέχομαι nehme an, bin einverstanden τούτων (τῶν κακῶν)
ᾗ  deshalb, daher μετέρχομαί τι gehe auf etwas zu, gehe vor gegen etwas
συμψεύδομαι täusche mit, lüge gemeinsam πληρόω fülle an, erfülle
συγχρῶμαί τινι treibe Mißbrauch mit etwas πληροῦταί τι  etwas wird vollendet, vollendet sich
διεστᾶσιν = διεστήκασιν ἐφίστημι (τὸν νοῦν) = προσέχω τὸν νοῦν
ἡ γνώμη Einsicht, Einverständnis συνοράω (συνίημι) überblicke, begreife  (vgl. sunivhmi)
βρβαεύω (ὁ βραβεύς) bin Kampfrichter; lenke, leite καταντάω gelange hin; h.: ereigne mich
προτίθεμαι nehme mir etwas vor ἕκαστον αὐτῶν ὡς φύεται Prolepse: ὡς ἕκαστον αὐτῶν φύεται
θρυλέω immer wieder (auf)sagen {ἁρμόζειν ἐπί τινος zu etwas passen

 

  I. II. III.

(ἡ διδασκαλία)
τρία ἐστιν γένη πολιτειῶν

ἡ βασαιλεία   ἡ ἀριστοκρατία ἡ δημοκρατία
1. Kritik: οὔτε ἄρισται

ἀρίστη· ἡ ἐκ πάντων ἰδιωμάτων συνεστεῶσα πολιτεία (Λυκούργου συστήσαντος πρώτου κατὰ τοῦτον τὸν τρόπον...)

2. Kritik: οὔτε μόναι μοναρχικαί τυραννικαί  ὀλιγαρχικαί (ὸχλοκρατία)
κριτήρια

1. ἐξ ἑκόντων συγχωρουμένη
2. γνώμη κυβερνωμένη

1. κατ’ ἐκλογήν
2. ὑπὸ τῶν δικαιοτάτων καὶ φρονιμωτάτων βραβευομένη

1. θεοὺς σέβεσθαι
2. γονεῖς θεραπεύειν
3. πρεσβυτέρους αἰδεῖσθαι
4. νόμοι

Kriterium der Freiheit und Rationalität
(statt Willkür und Zwang
φόβῳ καὶ βίᾳ)
Kriterium der moralischen und politischen Kompetenz Kriterium der Legalität
(πάτριον καὶ σύνηθες)
(statt politischer Willkür
ὅ τι ἂν βουληθῇ)

 

ἡ τῶν πολιτειῶν μεταβολή

 
polyb1.gif (5265 Byte)  
(4,7) πρώτη μὲν οὖν ἀκατασκεύως καὶ φυσικῶς συνίσταται μοναρχία 1
(4,7) ταύτῃ δ’ ἕπεται καὶ ἐκ ταύτης γεννᾶται μετὰ κατασκευῆς καὶ διορθώσεως βασιλεία 1 - 2
(4,8) μεταβαλλούσης δὲ ταύτης εἰςτὰ συμφυῆ κακά, λέγω δ’ εἰς τυραννίδα 2 - 3
(4,8) αὖθις ὲκ τῆς τούτων καταλύσεως ἀριστοκρατία φύεται. 3 - 4
(4,9) καὶ μὴν ταύτης εἰς ὸλιγαρχίαν ἐκτραπείσης κατὰ φύσιν 4 - 5
(4,9) τοῦ δὲ πλήθους ὀργῇ μεθελθόντος τὰς τῶν προεστώτων ἀδικίας γεννᾶται δῆμος 5 - 6
(4,10) ὲκ δὲ τῆς τούτου πάλιν ὕβρεως καὶ παρανομίας ἀποπληροῦται σὺν χρόνοις ὀχλοκρατία 6 - 7
   
Pfeillinks.gif (873 Byte) Pfeiloben.gif (887 Byte) Pfeilrechts.gif (874 Byte)
[ Homepage | Inhalt | Klassen | Hellas 2000 | Stilistik | Latein | Lat.Textstellen | Griechisch | Griech.Textstellen  | Griech.Online-WörterbuchBeta-Converter | Varia | Mythologie | Ethik | Links | Literaturabfrage | Forum zur Homepage | Forum Romanum | Partnerwerbung | Spende | Passwort | Feedback ]

Suche unterstützt von FreeFind

Site Map 
Neu ist 

Site-Suche mit Google
Griechisches Online-Wörterbuch
Hilfe zur Wrterbucheingabe
   
bottom © 2000 - 2012