top

Homer

ΟΔΥΣΣΕΙΑΣ - Odyssee

δ - 4. Gesang - griechisch

τὰ ἐν Λακεδαίμονι

 

sagsin.jpg (1095 Byte)

sagdex.jpg (1082 Byte)
παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος ἀπαγγέλλει τὰ κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξηγεῖται αὐτῷ Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων καὶ τῆς Πρωτέως μαντείας, δι’ ἧς ἔγνω τὸν Ἀγαμέμνονος θάνατον, καὶ ὡς Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴ δὲ γίγνεται τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ Ἀθηνᾶ δι’ ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν, δι’ εἰδώλου, ὁμοιωθεῖσα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ.
1


Οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
πρὸς δ’ ἄρα δώματ’ ἔλων Μενελάου κυδαλίμοιο.
τὸν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
5



τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον·
τὴν ἄρ’ ὅ γ’ ἔνθ’ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
10



υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ’ ἔφαινον,
ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ’ ἐρατεινήν,
Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσῆς Ἀφροδίτης.
15



ὣς οἱ μὲν δαίνυντο καθ’ ὑψερεφὲς μέγα δῶμα
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
20



τὼ δ’ αὖτ’ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
Τηλέμαχός θ’ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
βῆ δ’ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
25



ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
"ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
ἀλλ’ εἴπ’, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ."
30



τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
"οὐ μὲν νήπιος ἦσθα, Βοηθοίδη Ἐτεωνεῦ,
τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάις ὣς νήπια βάζεις.
ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντες
ἄλλων ἀνθρώπων δεῦρ’ ἱκόμεθ’, αἴ κέ ποθι Ζεὺς
35



ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύ’ ἵππους
ξείνων, ἐς δ’ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι."
ὣς φάθ’, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ’ ἄλλους
ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
οἱ δ’ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας·
40



καὶ τοὺς μὲν κατέδησαν ἐφ’ ἱππείῃσι κάπῃσι,
πὰρ δ’ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμειξαν,
ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
αὐτοὺς δ’ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
45



ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δῶμα καθ’ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
ἔς ῥ’ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
τοὺς δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
50



ἀμφὶ δ’ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
ἔς ῥα θρόνους ἕζοντο παρ’ Ἀτρείδην Μενέλαον.
χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
55



σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
60



"σίτου θ’ ἅπτεσθον καὶ χαίρετον· αὐτὰρ ἔπειτα
δείπνου πασσαμένω εἰρησόμεθ’ οἵ τινές ἐστον
ἀνδρῶν· οὐ γὰρ σφῶν γε γένος ἀπόλωλε τοκήων,
ἀλλ’ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν."
65



ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
ὄπτ’ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
70



ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι·
"φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
χαλκοῦ τε στεροπὴν κατὰ δώματα ἠχήεντα
χρυσοῦ τ’ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ’ ἐλέφαντος.
Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή,
75



ὅσσα τάδ’ ἄσπετα πολλά· σέβας μ’ ἔχει εἰσορόωντα."
τοῦ δ’ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
"τέκνα φίλ’, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ ἔασιν·
80



ἀνδρῶν δ’ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ’ ἐπαληθεὶς
ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
Αἰθίοπάς θ’ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
85



καὶ Λιβύην, ἵνα τ’ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν·
ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
ἀλλ’ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
90



εἷος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον ξυναγείρων
ἠλώμην, τεῖός μοι ἀδελφεὸν ἄλλος ἔπεφνε
λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο.
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω· -
καὶ πατέρων τάδε μέλλετ’ ἀκουέμεν, οἵ τινες ὕμιν
95



εἰσίν· - ἐπεὶ μάλα πολλὰ πάθον καὶ ἀπώλεσα οἶκον
εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
ναίειν, οἱ δ’ ἄνδρες σόοι ἔμμεναι, οἳ τότ’ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ, ἑκὰς Ἄργεος ἱπποβότοιο.
100



ἀλλ’ ἔμπης, πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων,
πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δ’ αὖτε
παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο· -
τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
105



ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν,
μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ’ ἐμόγησεν,
ὅσσ’ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ’ ἄρ’ ἔμελλεν
αὐτῷ κήδε’ ἔσεσθαι, ἐμοὶ δ’ ἄχος αἰὲν ἄλαστον
κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
110



ζώει ὅ γ’ ἦ τέθνηκεν. ὀδύρονται νύ που αὐτὸν
Λαέρτης θ’ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
Τηλέμαχός θ’, ὃν ἔλειπε νέον γεγαῶτ’ ἐνὶ οἴκῳ."
ὣς φάτο, τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο·
δάκρυ δ’ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
115



χλαῖναν πορφυρέην ἄντ’ ὀφθαλμοῖιν ἀνασχὼν
ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι,
ἦ πρῶτ’ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
120



εἷος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἐκ δ’ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
τῇ δ’ ἄρ’ ἅμ’ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
125



Φυλὼ δ’ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι’ ἐνὶ Θήβῃς
Αἰγυπτίῃσ’, ὅθι πλεῖστα δόμοισ’ ἐν κτήματα κεῖται·
ὃς Μενελάῳ δῶκε δύ’ ἀργυρέας ἀσαμίνθους,
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
130



χωρὶς δ’ αὖθ’ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
χρυσῆν τ’ ἠλακάτην τάλαρόν θ’ ὑπόκυκλον ὄπασσεν
ἀργύρεον, χρυσῷ δ’ ἐπὶ χείλεα κεκράαντο.
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ’ αὐτῷ
135



ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
ἕζετο δ’ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
αὐτίκα δ’ ἥ γ’ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
"ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
140



ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
οὔτ’ ἄνδρ’ οὔτε γυναῖκα, σέβας μ’ ἔχει εἰσορόωσαν,
ὡς ὅδ’ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ’ ἐνὶ οἴκῳ
145



κεῖνος ἀνήρ, ὅτ’ ἐμεῖο κυνώπιδος εἵνεκ’ Ἀχαιοὶ
ἤλθεθ’ ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες."
τὴν δ’ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
"οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
150



ὀφθαλμῶν τε βολαὶ κεφαλή τ’ ἐφύπερθέ τε χαῖται.
καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ’ Ὀδυσῆι
μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
ἀμφ’ ἐμοί, αὐτὰρ ὁ πυκνὸν ὑπ’ ὀφρύσι δάκρυον εἶβε,
χλαῖναν πορφυρέην ἄντ’ ὀφθαλμοῖιν ἀνασχών."
155



τὸν δ’ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
"Ἀτρείδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
κείνου μέν τοι ὅδ’ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ’ ἐνὶ θυμῷ
ὧδ’ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
160



ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ’ αὐδῇ.
αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
ὄφρα οἱ ἤ τι ἔπος ὑποθήεαι ἠέ τι ἔργον.
πολλὰ γὰρ ἄλγε’ ἔχει πατρὸς πάις οἰχομένοιο
165



ἐν μεγάροισ’, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
εἴσ’, οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα."
τὸν δ’ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
"ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
170



ἵκεθ’, ὃς εἵνεκ’ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχα πάντων
Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
καί κέ οἱ Ἄργει νάσσα πόλιν καὶ δώματ’ ἔτευξα,
175



ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκει ᾧ
καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
αἳ περιναιετάουσιν, ἀνάσσονται δ’ ἐμοὶ αὐτῷ.
καί κε θάμ’ ἐνθάδ’ ἐόντες ἐμισγόμεθ’· οὐδέ κεν ἥμεας
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
180



πρίν γ’ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσασθαι θεὸς αὐτός,
ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν."
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο.
κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
185



κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρείδης Μενέλαος,
οὐδ’ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
τόν ῥ’ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός.
τοῦ ὅ γ’ ἐπιμνησθεὶς ἔπεα πτερόεντ’ ἀγόρευεν·
190



"Ἀτρείδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
Νέστωρ φάσχ’ ὁ γέρων, ὅτ’ ἐπιμνησαίμεθα σεῖο
οἷσιν ἐνὶ μεγάροισι καὶ ἀλλήλους ἐρέοιμεν·
καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
τέρπομ’ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ Ἠὼς
195



ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
κλαίειν, ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσι,
κείρασθαί τε κόμην βαλέειν τ’ ἀπὸ δάκρυ παρειῶν.
καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
200



Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· - οὐ γὰρ ἐγώ γε
ἤντησ’ οὐδὲ ἴδον· - περὶ δ’ ἄλλων φασὶ γενέσθαι
Ἀντίλοχον, περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχητήν."
τὸν δ’ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
"ὦ φίλ’, ἐπεὶ τόσα εἶπες, ὅσ’ ἂν πεπνυμένος ἀνὴρ
205



εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις.
ῥεῖα δ’ ἀρίγνωτος γόνος ἀνέρος, ᾧ τε Κρονίων
ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
210



αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
δόρπου δ’ ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ ἐφ’ ὕδωρ
χευάντων· μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
215



Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν."
ὣς ἔφατ’, Ἀσφαλίων δ’ ἄρ’ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησ’ Ἑλένη Διὸς ἐκγεγαυῖα·
220



αὐτίκ’ ἄρ’ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
νηπενθές τ’ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
οὐδ’ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
225



οὐδ’ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
χαλκῷ δηιόῳεν, ὁ δ’ ὀφθαλμοῖσιν ὁρῷτο.
τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις,
Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
230



φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά,
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
αὐτὰρ ἐπεί ῥ’ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
235



"Ἀτρείδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
ἀνδρῶν ἐσθλῶν παῖδες, ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα· -
ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
240



πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω,
ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
ἀλλ’ οἷον τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ’ Ἀχαιοί.
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
245



σπεῖρα κάκ’ ἀμφ’ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν.
ἄλλῳ δ’ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε
Δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν·
τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ’ ἀβάκησαν
250



πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
καί μιν ἀνειρώτευν· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
μή με πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ’ ἀναφῆναι,
255



πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ’ ἀφικέσθαι,
καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
πολλοὺς δὲ Τρώων κτείνας ταναήκει χαλκῷ
ἦλθε μετ’ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
ἔνθ’ ἄλλαι Τρῳαὶ λίγ’ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
260



χαῖρ’, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νεέσθαι
ἂψ οἶκόνδ’, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
δῶχ’, ὅτε μ’ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
παῖδά τ’ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
οὔ τευ δευόμενον, οὔτ’ ἂρ φρένας οὔτε τι εἶδος."
265



τὴν δ’ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
"ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
ἀνδρῶν ἡρώων, πολλὴν δ’ ἐπελήλυθα γαῖαν·
ἀλλ’ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν
270



οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
οἷον καὶ τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
ἵππῳ ἔνι ξεστῷ, ἵν’ ἐνήμεθα πάντες ἄριστοι
Ἀργείων, Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σ’ ἔμελλε
275



δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
καί τοι Δηίφοβος θεοείκελος ἕσπετ’ ἰούσῃ.
τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
ἐκ δ’ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
πάντων Ἀργείων φωνὴν ἴσκουσ’ ἀλόχοισιν·
280



αὐτὰρ ἐγὼ καὶ Τυδείδης καὶ δῖος Ὀδυσσεὺς
ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν, ὡς ἐβόησας.
νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντες
ἢ ἐξελθέμεναι ἢ ἔνδοθεν αἶψ’ ὑπακοῦσαι·
ἀλλ’ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
285



ἔνθ’ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
Ἄντικλος δὲ σέ γ’ οἶος ἀμείψασθαι ἐπέεσσιν
ἤθελεν· ἀλλ’ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε
νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
τόφρα δ’ ἔχ’, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη."
290



τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Ἀτρείδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
ἄλγιον· οὐ γάρ οἵ τι τό γ’ ἤρκεσε λυγρὸν ὄλεθρον,
οὐδ’ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
ἀλλ’ ἄγετ’ εἰς εὐνὴν τράπεθ’ ἥμεας, ὄφρα καὶ ἤδη
295



ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες."
ὣς ἔφατ’, Ἀργείη δ’ Ἑλένη δμῳῇσι κέλευσε
δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε’ ἐμβαλέειν, στορέσαι τ’ ἐφύπερθε τάπητας
χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
300



αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
δέμνια δ’ ἐστόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
οἱ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
Τηλέμαχός θ’ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
Ἀτρείδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
305



πὰρ δ’ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτ’ ἄρ’ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ’ ὤμῳ,
ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
310



βῆ δ’ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
"τίπτε δέ σε χρειὼ δεῦρ’ ἤγαγε, Τηλέμαχ’ ἥρως,
ἐς Λακεδαίμονα δῖαν ἐπ’ εὐρέα νῶτα θαλάσσης;
δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες."
315



τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Ἀτρείδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
ἤλυθον εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
δυσμενέων δ’ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
320



μῆλ’ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι, αἴ κ’ ἐθέλῃσθα
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
325



πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
μηδέ τί μ’ αἰδόμενος μειλίσσεο μηδ’ ἐλεαίρων,
ἀλλ’ εὖ μοι κατάλεξον, ὅπως ἤντησας ὀπωπῆς.
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
330



δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ’ Ἀχαιοί·
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες."
τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
"ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
335



ὡς δ’ ὁπότ’ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
βοσκομένη, ὁ δ’ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
340



ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐὼν οἷός ποτ’ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς,
κὰδ δ’ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
345



τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
πάντες κ’ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ταῦτα δ’, ἅ μ’ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ’ ἀπατήσω·
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
350



τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ’ ἐπικεύσω.
Αἰγύπτῳ μ’ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας·
οἱ δ’ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
355



Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
τόσσον ἄνευθ’, ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν.
ἐν δὲ λιμὴν εὔορμος, ὅθεν τ’ ἀπὸ νῆας ἐίσας
ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
360



ἔνθα μ’ ἐείκοσιν ἤματ’ ἔχον θεοί, οὐδέ ποτ’ οὖροι
πνείοντες φαίνονθ’ ἁλιαέες, οἵ ῥά τε νηῶν
πομπῆες γίνονται ἐπ’ εὐρέα νῶτα θαλάσσης.
καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε’ ἀνδρῶν,
εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ’ ἐλέησε,
365



Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα·
ἥ μ’ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
γναμπτοῖσ’ ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
370



ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
ἦε ἑκὼν μεθιεῖς καὶ τέρπεαι ἄλγεα πάσχων;
ὡς δὴ δήθ’ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
375



ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
380



ὅς τίς μ’ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
νόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
ὣς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο δῖα θεάων·
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω.
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
385



ἀθάνατος, Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
τὸν δέ τ’ ἐμόν φασιν πατέρ’ ἔμμεναι ἠδὲ τεκέσθαι.
τόν γ’ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
390



νόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κ’ ἐθέλῃσθα,
ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται
οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
395



αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
μή πώς με προιδὼν ἠὲ προδαεὶς ἀλέηται·
ἀργαλέος γάρ τ’ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
ὣς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο δῖα θεάων·
τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως ἀγορεύσω.
400



ἦμος δ’ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
τῆμος ἄρ’ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
πνοιῇ ὕπο ζεφύροιο, μελαίνῃ φρικὶ καλυφθείς,
ἐκ δ’ ἐλθὼν κοιμᾶται ὑπὸ σπέεσι γλαφυροῖσιν·
ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
405



ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
ἔνθα σ’ ἐγὼν ἀγαγοῦσα ἅμ’ ἠόι φαινομένηφιν
εὐνάσω ἑξείης· σὺ δ’ ἐὺ κρίνασθαι ἑταίρους
τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
410



πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
λέξεται ἐν μέσσῃσι, νομεὺς ὣς πώεσι μήλων.
τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
415



καὶ τότ’ ἔπειθ’ ὕμιν μελέτω κάρτος τε βίη τε,
αὖθι δ’ ἔχειν μεμαῶτα, καὶ ἐσσύμενόν περ ἀλύξαι.
πάντα δὲ γινόμενος πειρήσεται, ὅσσ’ ἐπὶ γαῖαν
ἑρπετὰ γίνονται καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
ὑμεῖς δ’ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
420



ἀλλ’ ὅτε κεν δή σ’ αὐτὸς ἀνείρηται ἐπέεσσι,
τοῖος ἐών, οἷόν κε κατευνηθέντα ἴδηαι,
καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
νόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
425



ὣς εἰποῦσ’ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα·
αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ’ ἕστασαν ἐν ψαμάθοισιν,
ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
δόρπον θ’ ὁπλισάμεσθ’ ἐπί τ’ ἤλυθεν ἀμβροσίη νύξ,
430



δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
ἤια, πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ’ ἰθύν.
435



τόφρα δ’ ἄρ’ ἥ γ’ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
τέσσαρα φωκάων ἐκ πόντου δέρματ’ ἔνεικε· -
πάντα δ’ ἔσαν νεόδαρτα· - δόλον δ’ ἐπεμήδετο πατρί.
εὐνὰς δ’ ἐν ψαμάθοισι διαγλάψασ’ ἁλίῃσιν
ἧστο μένουσ’· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
440



ἑξείης δ’ εὔνησε, βάλεν δ’ ἐπὶ δέρμα ἑκάστῳ.
ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
τίς γάρ κ’ εἰναλίῳ παρὰ κήτει κοιμηθείη;
ἀλλ’ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ’ ὄνειαρ·
445



ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
πᾶσαν δ’ ἠοίην μένομεν τετληότι θυμῷ·
φῶκαι δ’ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
450



ἔνδιος δ’ ὁ γέρων ἦλθ’ ἐξ ἁλός, εὗρε δὲ φώκας
ζατρεφέας, πάσας δ’ ἄρ’ ἐπῴχετο, λέκτο δ’ ἀριθμόν.
ἐν δ’ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
ὠίσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ’, ἀμφὶ δὲ χεῖρας
455



βάλλομεν· οὐδ’ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
ἀλλ’ ἦ τοι πρώτιστα λέων γένετ’ ἠυγένειος,
αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
γίνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον.
ἡμεῖς δ’ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
460



ἀλλ’ ὅτε δή ῥ’ ἀνίαζ’ ὁ γέρων ὀλοφώια εἰδώς,
καὶ τότε δή μ’ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
ὄφρα μ’ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
465



οἶσθα, γέρον· τί με ταῦτα παρατροπέων ἐρεείνεις;
ὡς δὴ δήθ’ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
ὅς τίς μ’ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
470



νόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
ὣς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπεν·
ἀλλὰ μάλ’ ὤφελλες Διί τ’ ἄλλοισίν τε θεοῖσι
ῥέξας ἱερὰ κάλ’ ἀναβαινέμεν, ὄφρα τάχιστα
σὴν ἐς πατρίδ’ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
475



οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ’ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
πρίν γ’ ὅτ’ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θ’ ἱερὰς ἑκατόμβας
ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
480



καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
ὣς ἔφατ’, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
οὕνεκά μ’ αὖτις ἄνωγεν ἐπ’ ἠεροειδέα πόντον
Αἴγυπτόνδ’ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
ἀλλὰ καὶ ὧς μύθοισιν ἀμειβόμενος προσέειπον·
485



ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
ἦέ τις ὤλετ’ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
490



ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
ὣς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπεν·
Ἀτρείδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
δὴν ἄκλαυτον ἔσεσθαι, ἐπεί κ’ ἐὺ πάντα πύθηαι.
495



πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
ἀρχοὶ δ’ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
εἷς δ’ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι·
500



Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε
πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
καί νύ κεν ἔκφυγε κῆρα, καὶ ἐχθόμενός περ Ἀθήνῃ,
εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ’ ἀάσθη·
φῆ ῥ’ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
505



τοῦ δὲ Ποσειδάων μεγάλ’ ἔκλυεν αὐδήσαντος·
αὐτίκ’ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
ἤλασε Γυραίην πέτρην, ἀπὸ δ’ ἔσχισεν αὐτήν·
καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
τῷ ῥ’ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ’ ἀάσθη·
510



τὸν δ’ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
ὣς ὁ μὲν ἔνθ’ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ’ ὑπάλυξεν
ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
515



ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
πόντον ἐπ’ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
ἀγροῦ ἐπ’ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
τὸ πρίν, ἀτὰρ τότ’ ἔναιε Θυεστιάδης Αἴγισθος.
ἀλλ’ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
520



ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ’ ἵκοντο,
ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης,
καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δ’ ἀπ’ αὐτοῦ
δάκρυα θερμὰ χέοντ’, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
τὸν δ’ ἄρ’ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
525



Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ’ ἔσχετο μισθὸν
χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δ’ ὅ γ’ εἰς ἐνιαυτόν,
μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
βῆ δ’ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
αὐτίκα δ’ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
530



κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
εἷσε λόχον, ἑτέρωθι δ’ ἀνώγει δαῖτα πένεσθαι·
αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν,
ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
τὸν δ’ οὐκ εἰδότ’ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνε
535



δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
οὐδέ τις Ἀτρείδεω ἑτάρων λίπεθ’, οἵ οἱ ἕποντο,
οὐδέ τις Αἰγίσθου, ἀλλ’ ἔκταθεν ἐν μεγάροισιν.
ὣς ἔφατ’, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
κλαῖον δ’ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
540



ἤθελ’ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
κλαῖ’, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
545



πείρα, ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
κτεῖνεν ὑποφθάμενος· σὺ δέ κεν τάφου ἀντιβολήσαις.
ὣς ἔφατ’, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
550



καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρ’ ὀνόμαζε,
ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
ὣς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπεν·
555



υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
τὸν δ’ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
ἴσχει· ὁ δ’ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
560



οἵ κέν μιν πέμποιεν ἐπ’ εὐρέα νῶτα θαλάσσης.
σοὶ δ’ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
ἀλλά σ’ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, -
565



τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
οὐ νιφετός, οὔτ’ ἂρ χειμὼν πολὺς οὔτε ποτ’ ὄμβρος,
ἀλλ’ αἰεὶ ζεφύροιο λιγὺ πνείοντος ἀήτας
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους, -
οὕνεκ’ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
570



ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα,
αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ’ ἀντιθέοισ’ ἑτάροισιν
ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
δόρπον θ’ ὁπλισάμεσθ’ ἐπί τ’ ἤλυθεν ἀμβροσίη νύξ,
575



δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
ἐν δ’ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς·
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον,
580



ἑξῆς δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἂψ δ’ εἰς Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
στῆσα νέας καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
χεῦ’ Ἀγαμέμνονι τύμβον, ἵν’ ἄσβεστον κλέος εἴη.
585



ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
ἀθάνατοι, τοί μ’ ὦκα φίλην ἐς πατρίδ’ ἔπεμψαν.
ἀλλ’ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
καὶ τότε σ’ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
590



τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
ἀθανάτοισ’ ἐμέθεν μεμνημένος ἤματα πάντα."
τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Ἀτρείδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ’ ἔρυκε.
595



καὶ γάρ κ’ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ’ ἀνεχοίμην
ἥμενος, οὐδέ κέ μ’ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
τέρπομαι· ἀλλ’ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδ’ ἐρύκεις.
600



δῶρον δ’, ὅττι κέ μοι δώῃς, κειμήλιον ἔστω·
ἵππους δ’ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲς κρῖ λευκόν.
605



ἐν δ’ Ἰθάκῃ οὔτ’ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
οὐ γάρ τις νήσων ἱππήλατος οὐδ’ εὐλείμων,
αἵ θ’ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων."
ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
610



χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
"αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις·
τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
δώρων δ’, ὅσσ’ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
δώσω, ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
615



δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
ἔστιν ἅπας, χρυσῷ δ’ ἐπὶ χείλεα κεκράανται,
ἔργον δ’ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
Σιδονίων βασιλεύς, ὅθ’ ἑὸς δόμος ἀμφεκάλυψε
κεῖσέ με νοστήσαντα· τεὶν δ’ ἐθέλω τόδ’ ὀπάσσαι."
620



ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
δαιτυμόνες δ’ ἐς δώματ’ ἴσαν θείου βασιλῆος.
οἱ δ’ ἦγον μὲν μῆλα, φέρον δ’ εὐήνορα οἶνον·
σῖτον δέ σφ’ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο,
625



μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
ἀρχοὶ μνηστήρων, ἀρετῇ δ’ ἔσαν ἔξοχ’ ἄριστοι.
630



τοῖς δ’ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
"Ἀντίνο’, ἤ ῥά τι ἴδμεν ἐνὶ φρεσὶν ἦε καὶ οὐκί,
ὁππότε Τηλέμαχος νεῖτ’ ἐκ Πύλου ἠμαθόεντος;
νῆά μοι οἴχετ’ ἄγων· ἐμὲ δὲ χρεὼ γίνεται αὐτῆς
635



Ἤλιδ’ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
δώδεκα θήλειαι, ὑπὸ δ’ ἡμίονοι ταλαεργοὶ
ἀδμῆτες· τῶν κέν τιν’ ἐλασσάμενος δαμασαίμην."
ὣς ἔφαθ’, οἱ δ’ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
640



ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
τὸν δ’ αὖτ’ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
"νημερτές μοι ἔνισπε· πότ’ ᾤχετο καὶ τίνες αὐτῷ
κοῦροι ἕποντ’; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
645



καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ,
ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ."
τὸν δ’ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
"αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
650



ὁππότ’ ἀνὴρ τοιοῦτος, ἔχων μελεδήματα θυμῷ,
αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
κοῦροι δ’, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ’ ἡμέας,
οἵ οἱ ἕποντ’· ἐν δ’ ἀρχὸν ἐγὼ βαίνοντ’ ἐνόησα
Μέντορα ἠὲ θεόν, τῷ δ’ αὐτῷ πάντα ἐῴκει.
655



ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
χθιζὸν ὑπηοῖον. τότε δ’ ἔμβη νηὶ Πύλονδε."
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
τοῖσιν δ’ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
μνηστῆρας δ’ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
660



τοῖσιν δ’ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός,
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
"ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
665



εἰ τοσσῶνδ’ ἀέκητι νέος πάις οἴχεται αὔτως,
νῆα ἐρυσσάμενος κρίνας τ’ ἀνὰ δῆμον ἀρίστους,
ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
ἀλλ’ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ’ ἑταίρους,
670



ὄφρα μιν αὖτις ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
ὡς ἂν ἐπισμυγερῶς ναυτίλεται εἵνεκα πατρός."
ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπῄνεον ἠδ’ ἐκέλευον·
αὐτίκ’ ἔπειτ’ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
675



οὐδ’ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον.
κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
αὐλῆς ἐκτὸς ἐών· οἱ δ’ ἔνδοθι μῆτιν ὕφαινον.
βῆ δ’ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
680



τὸν δὲ κατ’ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
"κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
ἔργων παύσασθαι, σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι;
μὴ μνηστεύσαντες μηδ’ ἄλλοθ’ ὁμιλήσαντες
685



ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
οἳ θάμ’ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
κτῆσιν Τηλεμάχοιο δαίφρονος. οὐδέ τι πατρῶν
ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
οἷος Ὀδυσσεὺς ἔσκε μεθ’ ὑμετέροισι τοκεῦσιν,
690



οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
ἐν δήμῳ; ἥ τ’ ἐστὶ δίκη θείων βασιλήων·
ἄλλον κ’ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
κεῖνος δ’ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει·
ἀλλ’ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
695



φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ’ εὐεργέων."
τὴν δ’ αὖτε προσέειπε Μέδων, πεπνυμένα εἰδώς·
"εἰ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
700



Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
οἴκαδε νισόμενον· ὁ δ’ ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην ἠδ’ ἐς Λακεδαίμονα δῖαν."
ὣς φάτο, τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
δὴν δέ μιν ἀφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
705



δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
"κῆρυξ, τίπτε δέ μοι πάις οἴχεται; οὐδέ τί μιν χρεὼ
νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ’ ἁλὸς ἵπποι
ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐφ’ ὑγρήν.
710



ἦ ἵνα μηδ’ ὄνομ’ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;"
τὴν δ’ ἠμείβετ’ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
"οὐκ οἶδ’, ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν."
715



ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ’ Ὀδυσῆος.
τὴν δ’ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
ἀλλ’ ἄρ’ ἐπ’ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
οἴκτρ’ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
720



πᾶσαι, ὅσαι κατὰ δώματ’ ἔσαν νέαι ἠδὲ παλαιαί.
τῇς δ’ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
"κλῦτε, φίλαι· περὶ γάρ μοι Ὀλύμπιος ἄλγε’ ἔδωκεν
ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφον ἠδ’ ἐγένοντο,
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
725



παντοίῃσ’ ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος.
νῦν αὖ παῖδ’ ἀγαπητὸν ἀνηρέψαντο θύελλαι
ἀκλέα ἐκ μεγάρων, οὐδ’ ὁρμηθέντος ἄκουσα.
σχέτλιαι, οὐδ’ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
730



ἐκ λεχέων μ’ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
ὁππότε κεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
τῶ κε μάλ’ ἤ κεν ἔμεινε, καὶ ἐσσύμενός περ ὁδοῖο,
ἤ κέ με τεθνηυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
735



ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
δμῶ’ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
740



ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
ὃν καὶ Ὀδυσσῆος φθεῖσαι γόνον ἀντιθέοιο."
τὴν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
"νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ,
ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
745



ᾔδε’ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ, ὅσσ’ ἐκέλευσε,
σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον
μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
ἤ σ’ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
750



ἀλλ’ ὑδρηναμένη, καθαρὰ χροὶ εἵμαθ’ ἑλοῦσα,
εἰς ὑπερῷ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
εὔχε’ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
755



πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
ἔχθεσθ’, ἀλλ’ ἔτι πού τις ἐπέσσεται, ὅς κεν ἔχῃσι
δώματά θ’ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς."
ὣς φάτο, τῆς δ’ εὔνησε γόον, σχέθε δ’ ὄσσε γόοιο.
ἡ δ’ ὑδρηναμένη, καθαρὰ χροὶ εἵμαθ’ ἑλοῦσα,
760



εἰς ὑπερῷ’ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
ἐν δ’ ἔθετ’ οὐλοχύτας κανέῳ, ἠρᾶτο δ’ Ἀθήνῃ·
"κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
ἢ βοὸς ἢ ὄιος κατὰ πίονα μηρία κῆε,
765



τῶν νῦν μοι μνῆσαι καί μοι φίλον υἷα σάωσον,
μνηστῆρας δ’ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας."
ὣς εἰποῦσ’ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
μνηστῆρες δ’ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
770



"ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
ἀρτύει, οὐδέ τι οἶδεν, ὅ οἱ φόνος υἷι τέτυκται."
ὣς ἄρα τις εἴπεσκε, τὰ δ’ οὐκ ἴσαν, ὡς ἐτέτυκτο.
τοῖσιν δ’ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
"δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
775



πάντες ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
ἀλλ’ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἥμιν."
ὣς εἰπὼν ἐκρίνατ’ ἐείκοσι φῶτας ἀρίστους,
βὰν δ’ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
780



νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
ἐν δ’ ἱστόν τε τίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
ἠρτύναντο δ’ ἐρετμὰ τροποῖσ’ ἐν δερματίνοισι
πάντα κατὰ μοῖραν· ἀνά θ’ ἱστία λευκὰ πέτασσαν·
τεύχεα δέ σφ’ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
785



ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὥρμισαν, ἐκ δ’ ἔβαν αὐτοί·
ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ’ ἐπὶ ἕσπερον ἐλθεῖν.
ἡ δ’ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
κεῖτ’ ἄρ’ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
ὁρμαίνουσ’, ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
790



ἦ ὅ γ’ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
εὗδε δ’ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
795



ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
εἴδωλον ποίησε, δέμας δ’ ἤικτο γυναικί,
Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
τὴν Εὔμηλος ὄπυιε, Φερῇσ’ ἔνι οἰκία ναίων.
πέμπε δέ μιν πρὸς δώματ’ Ὀδυσσῆος θείοιο,
800



εἷος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
ἐς θάλαμον δ’ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
"εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
805



οὐ μέν σ’ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
κλαίειν οὐδ’ ἀκάχησθαι, ἐπεί ῥ’ ἔτι νόστιμός ἐστι
σὸς πάις· οὐ μὲν γάρ τι θεοῖσ’ ἀλιτήμενός ἐστι."
τὴν δ’ ἠμείβετ’ ἔπειτα περίφρων Πηνελόπεια,
ἡδὺ μάλα κνώσσουσ’ ἐν ὀνειρείῃσι πύλῃσιν·
810



"τίπτε, κασιγνήτη, δεῦρ’ ἤλυθες; οὔ τι πάρος γε
πωλέ’, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ’ ὀδυνάων
πολλέων, αἵ μ’ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν·
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
815



παντοίῃσ’ ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος.
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ’ ἀγοράων.
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου.
820



τοῦ δ’ ἀμφιτρομέω καὶ δείδια μή τι πάθῃσιν,
ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν’ οἴχεται, ἢ ἐνὶ πόντῳ·
δυσμενέες γὰρ πολλοὶ ἐπ’ αὐτῷ μηχανόωνται,
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι."
τὴν δ’ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
825



"θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
τοίη γάρ οἱ πομπὸς ἅμ’ ἔρχεται, ἥν τε καὶ ἄλλοι
ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
Παλλὰς Ἀθηναίη· σὲ δ’ ὀδυρομένην ἐλεαίρει·
ἣ νῦν με προέηκε τεὶν τάδε μυθήσασθαι."
830



τὴν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"εἰ μὲν δὴ θεός ἐσσι, θεοῖό τε ἔκλυες αὐδήν,
εἰ δ’ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι."
835



τὴν δ’ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
"οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
ζώει ὅ γ’ ἦ τέθνηκε· κακὸν δ’ ἀνεμώλια βάζειν."
ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
ἐς πνοιὰς ἀνέμων· ἡ δ’ ἐξ ὕπνου ἀνόρουσε
840



κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
μνηστῆρες δ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
845

μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Ἀστερίς, οὐ μεγάλη, λιμένες δ’ ἔνι ναύλοχοι αὐτῇ
ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
   
   

 

 

 

[ Homepage | Inhalt | Griechisch | Forum | Feedback ]
Griechisches Online-Wörterbuch
Hilfe zur Wrterbucheingabe
   
bottom © 2000 - 2017 - Letzte Aktualisierung: 08.01.2008 - 15:17