top

Homer

ΙΛΙΑΔΟΣ - Ilias

Ω - 24. Gesang - griechisch

Ἕκτορος λύτρα

 

sagsin.jpg (1095 Byte)

sagdex.jpg (1082 Byte)
Ζεὺς κηδόμενος Ἕκτορος Θέτιν πρὸς Ἀχιλλέα πέμπει, ὅπως ἀποδῷ τοῦ ἥρωος τὸ σῶμα, Ἶριν δὲ πρὸς Πρίαμον, ὅτι λύτρα κομίσας Ἀχιλλεῖ τὸν νέκρον τοῦ παιδὸς ἀπολάβῃ. ὁ δὲ προπεμφθεὶς ὑπὸ Ἑρμοῦ κοιμίσαντος τοὺς Ἐλληνικοὺς φύλακας παραγίνεται πρὸς τὸν Ἀχιλλέα καὶ ἱκετεύσας αὐτὸν ἀπολαμβάνει τὸν υἱὸν καὶ ἀνακομίσας εἱς τὴν πόλιν θάπτει καὶ ἐπ’ αὐτῷ δεῖπνον ἄγει.
1


Λῦτο δ’ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
ἐσκίδναντ’ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
5



ᾕρει πανδαμάτωρ, ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠύ,
ἠδ’ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
10



ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ’ αὖτε
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ’ ὀρθὸς ἀναστὰς
δινεύεσκ’ ἀλύων παρὰ θῖν’ ἁλός· οὐδέ μιν ἠὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ’ ἠιόνας τε.
ἀλλ’ ὅ γ’ ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,
15



Ἕκτορα δ’ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
τρὶς δ’ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ’ ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ’ Ἀπόλλων
πᾶσαν ἀεικείην ἄπεχε χροὶ φῶτ’ ἐλεαίρων
20



καὶ τεθνηότα περ· περὶ δ’ αἰγίδι πάντα κάλυπτε
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
Ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
κλέψαι δ’ ὀτρύνεσκον ἐύσκοπον Ἀργειφόντην.
25



ἔνθ’ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ’ Ἥρῃ
οὐδὲ Ποσειδάων’ οὐδὲ γλαυκώπιδι κούρῃ,
ἀλλ’ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ’ ἄτης,
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
30



τὴν δ’ ᾔνησ’ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς,
καὶ τότ’ ἄρ’ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ’ ὑμῖν
Ἕκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων;
35



τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
ᾗ τ’ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκει ᾧ
καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
ἀλλ’ ὀλοῷ Ἀχιλῆι θεοὶ βούλεσθ’ ἐπαρήγειν,
40



ᾧ οὔτ’ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ’ ὣς ἄγρια οἶδεν,
ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
εἴξας εἶσ’ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
45



γίγνεται, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι.
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·
ἀλλ’ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
50



αὐτὰρ ὅ γ’ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
ἵππων ἐξάπτων περὶ σῆμ’ ἑτάροιο φίλοιο
ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ’ ἄμεινον.
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
55



Τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
εἰ δὴ ὁμὴν Ἀχιλῆι καὶ Ἕκτορι θήσετε τιμήν.
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
60



θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
Πηλέι, ὃς περὶ κῆρι φίλος γένετ’ ἀθανάτοισι.
πάντες δ’ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι
δαίνυ’ ἔχων φόρμιγγα κακῶν ἕταρ’, αἰὲν ἄπιστε.
Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
65



Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·
οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·
ὣς γὰρ ἔμοιγ’, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐίσης
70



λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,
λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
75



ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς
δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ’ Ἕκτορα λύσῃ.
Ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
80



ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
ἥ τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
ἔρχεται ὠμηστῇσιν ἐπ’ ἰχθύσι κῆρα φέρουσα.
εὗρε δ’ ἐνὶ σπῆι γλαφυρῷ Θέτιν, ἀμφὶ δ’ ἄρ’ ἄλλαι
εἵαθ’ ὁμηγερέες ἅλιαι θεαί· ἣ δ’ ἐνὶ μέσσῃς
85



κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
φθίσεσθ’ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
90



τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ
μίσγεσθ’ ἀθανάτοισιν, ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ.
εἶμι μέν, οὐδ’ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
Ὣς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάων
κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
95



βῆ δ’ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
ἡγεῖτ’· ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
ἀκτὴν δ’ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀιχθήτην,
εὗρον δ’ εὐρύοπα Κρονίδην, περὶ δ’ ἄλλοι ἅπαντες
εἵαθ’ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
100



ἣ δ’ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη.
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
καί ῥ’ εὔφρην’ ἐπέεσσι· Θέτις δ’ ὤρεξε πιοῦσα.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,
105



πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·
ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ’ εἵνεκα δεῦρο κάλεσσα.
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆι πτολιπόρθῳ·
κλέψαι δ’ ὀτρύνουσιν ἐύσκοπον Ἀργειφόντην·
110



αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆι προτιάπτω
αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ καὶ υἱέι σῷ ἐπίτειλον·
σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ’ ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
115



Ἕκτορ’ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσεν,
αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ’ Ἕκτορα λύσῃ.
αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω
λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,
δῶρα δ’ Ἀχιλλῆι φερέμεν, τά κε θυμὸν ἰήνῃ.
120



Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀίξασα,
ἷξεν δ’ ἐς κλισίην οὗ υἱέος· ἔνθ’ ἄρα τόν γε
εὗρ’ ἁδινὰ στενάχοντα· φίλοι δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·
125



τοῖσι δ’ ὄις λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
ἣ δὲ μάλ’ ἄγχ’ αὐτοῖο καθέζετο πότνια μήτηρ,
χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
130



οὔτ’ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
μίσγεσθ’· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
ἀλλ’ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·
σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ’ ἔξοχα πάντων
135



ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
Ἕκτορ’ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσας.
ἀλλ’ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
Τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
τῇδ’ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
140



εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.
Ὣς οἵ γ’ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον.
Ἶριν δ’ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·
βάσκ’ ἴθι Ἶρι ταχεῖα λιποῦσ’ ἕδος Οὐλύμποιο
145



ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω
λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,
δῶρα δ’ Ἀχιλλῆι φερέμεν τά κε θυμὸν ἰήνῃ
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ’ ἰθύνοι
150



ἡμιόνους καὶ ἄμαξαν ἐύτροχον, ἠδὲ καὶ αὖτις
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·
τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν Ἀργειφόντην,
ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆι πελάσσῃ.
155



αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει·
οὔτε γάρ ἐστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων,
ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
Ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
160



ἷξεν δ’ ἐς Πριάμοιο, κίχεν δ’ ἐνοπήν τε γόον τε.
παῖδες μὲν πατέρ’ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
δάκρυσιν εἵματ’ ἔφυρον, ὃ δ’ ἐν μέσσοισι γεραιὸς
ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ
κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος
165



τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
θυγατέρες δ’ ἀνὰ δώματ’ ἰδὲ νυοὶ ὠδύροντο
τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα
170



τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·
θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·
οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ’ ἱκάνω
ἀλλ’ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει.
175



λύσασθαί σ’ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,
δῶρα δ’ Ἀχιλλῆι φερέμεν τά κε θυμὸν ἰήνῃ
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ’ ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ἐύτροχον, ἠδὲ καὶ αὖτις
180



νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
τοῖος γάρ τοι πομπὸς ἅμ’ ἕψεται Ἀργειφόντης,
ὅς σ’ ἄξει εἷός κεν ἄγων Ἀχιλῆι πελάσσῃ.
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
185



οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει·
οὔτε γάρ ἔστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων,
ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
Ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις,
αὐτὰρ ὅ γ’ υἷας ἄμαξαν ἐύτροχον ἡμιονείην
190



ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ’ αὐτῆς.
αὐτὸς δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα
κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·
ἐς δ’ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
195



λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,
δῶρα δ’ Ἀχιλλῆι φερέμεν τά κε θυμὸν ἰήνῃ.
ἀλλ’ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
αἰνῶς γάρ μ’ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
κεῖσ’ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
200



Ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·
ὤ μοι πῇ δή τοι φρένες οἴχονθ’, ᾗς τὸ πάρος περ
ἔκλε’ ἐπ’ ἀνθρώπους ξείνους ἠδ’ οἷσιν ἀνάσσεις;
πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
205



υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.
εἰ γάρ σ’ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ’ ἐλεήσει,
οὐδέ τί σ’ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν
ἥμενοι ἐν μεγάρῳ· τῷ δ’ ὥς ποθι Μοῖρα κραταιὴ
210



γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,
ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα· τότ’ ἄντιτα ἔργα γένοιτο
παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
215



ἀλλὰ πρὸ Τρώων καὶ Τρωιάδων βαθυκόλπων
ἑσταότ’ οὔτε φόβου μεμνημένον οὔτ’ ἀλεωρῆς.
Τὴν δ’ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·
μή μ’ ἐθέλοντ’ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
220



εἰ μὲν γάρ τίς μ’ ἄλλος ἐπιχθονίων ἐκέλευεν,
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
νῦν δ’, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα
225



τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
ἀγκὰς ἑλόντ’ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
Ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ’ ἀνέῳγεν·
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
230



δώδεκα δ’ ἁπλοίδας χλαίνας, τόσσους δὲ τάπητας,
τόσσα δὲ φάρεα λευκά, τόσους δ’ ἐπὶ τοῖσι χιτῶνας.
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
ἐκ δὲ δύ’ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες
235



ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ
φείσατ’ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δ’ ἤθελε θυμῷ
λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας
αἰθούσης ἀπέεργεν ἔπεσσ’ αἰσχροῖσιν ἐνίσσων·
ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
240



οἴκοι ἔνεστι γόος, ὅτι μ’ ἤλθετε κηδήσοντες;
ἦ ὀνόσασθ’ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκε
παῖδ’ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
ῥηίτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε
245



πρὶν ἀλαπαζομένην τε πόλιν κεραιζομένην τε
ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄιδος εἴσω.
Ἦ καὶ σκηπανίῳ δίεπ’ ἀνέρας· οἳ δ’ ἴσαν ἔξω
σπερχομένοιο γέροντος· ὃ δ’ υἱάσιν οἷσιν ὁμόκλα
νεικείων Ἕλενόν τε Πάριν τ’ Ἀγάθωνά τε δῖον
250



Πάμμονά τ’ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
Δηίφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·
ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ’ ἅμα πάντες
Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
255



ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
Τροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι,
Μήστορά τ’ ἀντίθεον καὶ Τρωίλον ἱππιοχάρμην
Ἕκτορά θ’, ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν, οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο.
260



τοὺς μὲν ἀπώλεσ’ Ἄρης, τὰ δ’ ἐλέγχεα πάντα λέλειπται
ψεῦσταί τ’ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
ταῦτά τε πάντ’ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
265



Ὣς ἔφαθ’, οἳ δ’ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
ἐκ μὲν ἄμαξαν ἄειραν ἐύτροχον ἡμιονείην
καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς,
κὰδ δ’ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
270



ἐκ δ’ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐυξέστῳ ἐπὶ ῥυμῷ
πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ’ ἑκάτερθεν ἔδησαν ἐπ’ ὀμφαλόν, αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν.
275



ἐκ θαλάμου δὲ φέροντες ἐυξέστης ἐπ’ ἀπήνης
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα,
ζεῦξαν δ’ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
280



αὐτὸς ἔχων ἀτίταλλεν ἐυξέστῃ ἐπὶ φάτνῃ.
Τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες·
ἀγχίμολον δέ σφ’ ἦλθ’ Ἑκάβη τετιηότι θυμῷ
οἶνον ἔχουσ’ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
285



χρυσέῳ ἐν δέπαι, ὄφρα λείψαντε κιοίτην·
στῆ δ’ ἵππων προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ’ ἱκέσθαι
ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
290



ἀλλ’ εὔχεο σύ γ’ ἔπειτα κελαινεφέι Κρονίωνι
Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
αἴτει δ’ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
295



τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
οὐκ ἂν ἔγωγέ σ’ ἔπειτα ἐποτρύνουσα κελοίμην
νῆας ἐπ’ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
Τὴν δ’ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·
300



ὦ γύναι οὐ μέν τοι τόδ’ ἐφιεμένῃ ἀπιθήσω.
ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ’ ἐλεήσῃ.
Ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν’ ὃ γεραιὸς
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα.
305



νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·
εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκει, λεῖβε δὲ οἶνον
οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
δός μ’ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν,
310



πέμψον δ’ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεὺς
315



αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
μόρφνον θηρητῆρ’ ὃν καὶ περκνὸν καλέουσιν.
ὅσση δ’ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
ἀνέρος ἀφνειοῖο ἐὺ κληῖσ’ ἀραρυῖα,
τόσσ’ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
320



δεξιὸς ἀίξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
Σπερχόμενος δ’ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
ἐκ δ’ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
325



τὰς Ἰδαῖος ἔλαυνε δαίφρων· αὐτὰρ ὄπισθεν
ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
καρπαλίμως κατὰ ἄστυ· φίλοι δ’ ἅμα πάντες ἕποντο
πόλλ’ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
οἳ δ’ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ’ ἀφίκοντο,
330



οἳ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
παῖδες καὶ γαμβροί, τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆν
ἐς πεδίον προφανέντε· ἰδὼν δ’ ἐλέησε γέροντα,
αἶψα δ’ ἄρ’ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
335



ἀνδρὶ ἑταιρίσσαι, καί τ’ ἔκλυες ᾧ κ’ ἐθέλῃσθα,
βάσκ’ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
ὣς ἄγαγ’, ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃ
τῶν ἄλλων Δαναῶν, πρὶν Πηλείωνα δ’ ἱκέσθαι.
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε διάκτορος Ἀργειφόντης.
340



αὐτίκ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴν
ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
εἵλετο δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
345



τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργειφόντης.
αἶψα δ’ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
βῆ δ’ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
Οἳ δ’ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
350



στῆσαν ἄρ’ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·
φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.
355



ἄνδρ’ ὁρόω, τάχα δ’ ἄμμε διαρραίσεσθαι ὀίω.
ἀλλ’ ἄγε δὴ φεύγωμεν ἐφ’ ἵππων, ἤ μιν ἔπειτα
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ’ ἐλεήσῃ.
Ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ’ αἰνῶς,
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,
360



στῆ δὲ ταφών· αὐτὸς δ’ ἐριούνιος ἐγγύθεν ἐλθὼν
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·
πῇ πάτερ ὧδ’ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
νύκτα δι’ ἀμβροσίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι;
οὐδὲ σύ γ’ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
365



οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
τοσσάδ’ ὀνείατ’ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
οὔτ’ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,
ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
370



ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον
σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐίσκω.
Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
οὕτω πῃ τάδε γ’ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.
ἀλλ’ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
375



ὅς μοι τοιόνδ’ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,
πέπνυσαί τε νόῳ, μακάρων δ’ ἔξεσσι τοκήων.
Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
380



ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
385



σὸς πάις· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν.
Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
τίς δὲ σύ ἐσσι φέριστε τέων δ’ ἔξεσσι τοκήων;
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.
Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
390



πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ’ ἐπὶ νηυσὶν ἐλάσσας
Ἀργείους κτείνεσκε δαίζων ὀξέι χαλκῷ·
ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς
395



εἴα μάρνασθαι κεχολωμένος Ἀτρείωνι.
τοῦ γὰρ ἐγὼ θεράπων, μία δ’ ἤγαγε νηῦς εὐεργής·
Μυρμιδόνων δ’ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
ἀφνειὸς μὲν ὅ γ’ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·
400



τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕπεσθαι.
νῦν δ’ ἦλθον πεδίον δ’ ἀπὸ νηῶν· ἠῶθεν γὰρ
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
ἀσχαλόωσι γὰρ οἷδε καθήμενοι, οὐδὲ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
405



Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
εἰ μὲν δὴ θεράπων Πηληιάδεω Ἀχιλῆος
εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάις, ἦέ μιν ἤδη
ᾗσι κυσὶν μελειστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.
410



Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ’ οἰωνοί,
ἀλλ’ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηὶ
αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς
κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
415



ἔσθουσ’, αἵ ῥά τε φῶτας ἀρηιφάτους κατέδουσιν.
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,
οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν
οἷον ἐερσήεις κεῖται, περὶ δ’ αἷμα νένιπται,
420



οὐδέ ποθι μιαρός· σὺν δ’ ἕλκεα πάντα μέμυκεν
ὅσσ’ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.
Ὣς φάτο, γήθησεν δ’ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·
425



ὦ τέκος, ἦ ῥ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
ἀθανάτοις, ἐπεὶ οὔ ποτ’ ἐμὸς πάις, εἴ ποτ’ ἔην γε,
λήθετ’ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·
τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
ἀλλ’ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,
430



αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,
ὄφρά κεν ἐς κλισίην Πηληιάδεω ἀφίκωμαι.
Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·
πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,
ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.
435



τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.
σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,
ἐνδυκέως ἐν νηὶ θοῇ ἢ πεζὸς ὁμαρτέων·
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.
440



Ἦ καὶ ἀναίξας ἐριούνιος ἅρμα καὶ ἵππους
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
ἐν δ’ ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠύ.
ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
445



τοῖσι δ’ ἐφ’ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης
πᾶσιν, ἄφαρ δ’ ὤιξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
ἐς δ’ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ’ ἐπ’ ἀπήνης.
ἀλλ’ ὅτε δὴ κλισίην Πηληιάδεω ἀφίκοντο
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
450



δοῦρ’ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν
λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες·
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
σταυροῖσιν πυκινοῖσι· θύρην δ’ ἔχε μοῦνος ἐπιβλὴς
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
455



τρεῖς δ’ ἀναοίγεσκον μεγάλην κληῖδα θυράων
τῶν ἄλλων· Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσσεσκε καὶ οἶος·
δή ῥα τόθ’ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
ἐς δ’ ἄγαγε κλυτὰ δῶρα ποδώκει Πηλείωνι,
ἐξ ἵππων δ’ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·
460



ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
ἀλλ’ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ’ Ἀχιλῆος
ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
465



τύνη δ’ εἰσελθὼν λαβὲ γούνατα Πηλείωνος,
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
Ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
Ἑρμείας· Πρίαμος δ’ ἐξ ἵππων ἆλτο χαμᾶζε,
470



Ἰδαῖον δὲ κατ’ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων
ἵππους ἡμιόνους τε· γέρων δ’ ἰθὺς κίεν οἴκου,
τῇ ῥ’ Ἀχιλεὺς ἵζεσκε Διὶ φίλος· ἐν δέ μιν αὐτὸν
εὗρ’, ἕταροι δ’ ἀπάνευθε καθήατο· τὼ δὲ δύ’ οἴω
ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
475



ποίπνυον παρεόντε· νέον δ’ ἀπέληγεν ἐδωδῆς
ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.
τοὺς δ’ ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ’ ἄρα στὰς
χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
480



ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ ἄτη πυκινὴ λάβῃ, ὅς τ’ ἐνὶ πάτρῃ
φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ’ ἔχει εἰσορόωντας,
ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·
θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.
485



τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·
μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,
τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·
καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
τείρουσ’, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.
490



ἀλλ’ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
χαίρει τ’ ἐν θυμῷ, ἐπί τ’ ἔλπεται ἤματα πάντα
ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·
αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
Τροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι.
495



πεντήκοντά μοι ἦσαν ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν·
ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.
τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυσεν·
ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,
500



τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
Ἕκτορα· τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶν
λυσόμενος παρὰ σεῖο, φέρω δ’ ἀπερείσι’ ἄποινα.
ἀλλ’ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ’ ἐλέησον
μνησάμενος σοῦ πατρός· ἐγὼ δ’ ἐλεεινότερός περ,
505



ἔτλην δ’ οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,
ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι.
Ὣς φάτο, τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο·
ἁψάμενος δ’ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
510



κλαῖ’ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,
αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ’, ἄλλοτε δ’ αὖτε
Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει.
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων,
515



αὐτίκ’ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη
οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ἆ δείλ’, ἦ δὴ πολλὰ κάκ’ ἄνσχεο σὸν κατὰ θυμόν.
πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
520



ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.
ἀλλ’ ἄγε δὴ κατ’ ἄρ’ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ’ ἔμπης
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
525



ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ’ ἀκηδέες εἰσί.
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·
ᾧ μέν κ’ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
530



ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ·
ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,
καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
φοιτᾷ δ’ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
ὣς μὲν καὶ Πηλῆι θεοὶ δόσαν ἀγλαὰ δῶρα
535



ἐκ γενετῆς· πάντας γὰρ ἐπ’ ἀνθρώπους ἐκέκαστο
ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
ἀλλ’ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
540



ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε
γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·
ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
545



καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,
τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ ἤγαγον Οὐρανίωνες
αἰεί τοι περὶ ἄστυ μάχαι τ’ ἀνδροκτασίαι τε.
ἄνσχεο, μὴ δ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
550



οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
μή πω μ’ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
555



λῦσον ἵν’ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα
πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ’ ἀπόναιο, καὶ ἔλθοις
σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
560



μηκέτι νῦν μ’ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς
Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
μήτηρ, ἥ μ’ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,
ὅττι θεῶν τίς σ’ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
565



οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ’ ἡβῶν,
ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ’ ὀχῆα
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
μή σε γέρον οὐδ’ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
570



καὶ ἱκέτην περ ἐόντα, Διὸς δ’ ἀλίτωμαι ἐφετμάς.
Ὣς ἔφατ’, ἔδεισεν δ’ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
Πηλείδης δ’ οἴκοιο λέων ὣς ἆλτο θύραζε
οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος, οὕς ῥα μάλιστα
575



τῖ’ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
οἳ τόθ’ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
κὰδ δ’ ἐπὶ δίφρου εἷσαν· ἐυξέστου δ’ ἀπ’ ἀπήνης
ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα.
580



κὰδ δ’ ἔλιπον δύο φάρε’ ἐύννητόν τε χιτῶνα,
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
δμῳὰς δ’ ἐκκαλέσας λοῦσαι κέλετ’ ἀμφί τ’ ἀλεῖψαι
νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
585



παῖδα ἰδών, Ἀχιλῆι δ’ ὀρινθείη φίλον ἦτορ,
καί ἑ κατακτείνειε, Διὸς δ’ ἀλίτηται ἐφετμάς.
τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
αὐτὸς τόν γ’ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
590



σὺν δ’ ἕταροι ἤειραν ἐυξέστην ἐπ’ ἀπήνην.
ᾤμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον δ’ ὀνόμηνεν ἑταῖρον·
μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι
εἰν Ἄιδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
595



σοὶ δ’ αὖ ἐγὼ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσσ’ ἐπέοικεν.
Ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤιε δῖος Ἀχιλλεύς,
ἕζετο δ’ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,
600



κεῖται δ’ ἐν λεχέεσσ’· ἅμα δ’ ἠοῖ φαινομένηφιν
ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.
καὶ γάρ τ’ ἠύκομος Νιόβη ἐμνήσατο σίτου,
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες.
605



τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ ἀργυρέοιο βιοῖο
χωόμενος Νιόβῃ, τὰς δ’ Ἄρτεμις ἰοχέαιρα,
οὕνεκ’ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·
φῆ δοιὼ τεκέειν, ἣ δ’ αὐτὴ γείνατο πολλούς·
τὼ δ’ ἄρα καὶ δοιώ περ ἐόντ’ ἀπὸ πάντας ὄλεσσαν.
610



οἳ μὲν ἄρ’ ἐννῆμαρ κέατ’ ἐν φόνῳ, οὐδέ τις ἦεν
κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·
τοὺς δ’ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
ἣ δ’ ἄρα σίτου μνήσατ’, ἐπεὶ κάμε δάκρυ χέουσα.
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
615



ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
νυμφάων, αἵ τ’ ἀμφ’ Ἀχελώιον ἐρρώσαντο,
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
ἀλλ’ ἄγε δὴ καὶ νῶι μεδώμεθα δῖε γεραιὲ
σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
620



Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.
Ἦ καὶ ἀναίξας ὄιν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
σφάξ’· ἕταροι δ’ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν,
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
625



Αὐτομέδων δ’ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ’ Ἀχιλῆα
630



ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·
αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
εἰσορόων ὄψίν τ’ ἀγαθὴν καὶ μῦθον ἀκούων.
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·
635



λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάις ὤλεσε θυμόν,
ἀλλ’ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
640



αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.
Ἦ ῥ’, Ἀχιλεὺς δ’ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
645



πορφύρε’ ἐμβαλέειν, στορέσαι τ’ ἐφύπερθε τάπητας,
χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἳ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
αἶψα δ’ ἄρα στόρεσαν δοιὼ λέχε’ ἐγκονέουσαι.
τὸν δ’ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
650



ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν
ἐνθάδ’ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ
βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,
655



καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ποσσῆμαρ μέμονας κτερειζέμεν Ἕκτορα δῖον,
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
660 ̣



εἰ μὲν δή μ’ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,
ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ’ ὕλη
ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
ἐννῆμαρ μέν κ’ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
665



τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
ἑνδεκάτῃ δέ κε τύμβον ἐπ’ αὐτῷ ποιήσαιμεν,
τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
Τὸν δ’ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ’ ὡς σὺ κελεύεις·
670



σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
Ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
ἔλλαβε δεξιτερήν, μή πως δείσει’ ἐνὶ θυμῷ.
οἳ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες,
675



αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐυπήκτου·
τῷ δὲ Βρισηὶς παρελέξατο καλλιπάρῃος.
Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
ἀλλ’ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
680



ὁρμαίνοντ’ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ’ εὕδεις
ἀνδράσιν ἐν δηίοισιν, ἐπεί σ’ εἴασεν Ἀχιλλεύς.
685



καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ’ ἔδωκας·
σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ’ Ἀγαμέμνων
γνώῃ σ’ Ἀτρείδης, γνώωσι δὲ πάντες Ἀχαιοί.
Ὣς ἔφατ’, ἔδεισεν δ’ ὃ γέρων, κήρυκα δ’ ἀνίστη.
690



τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε,
ῥίμφα δ’ ἄρ’ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.
Ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐυρρεῖος ποταμοῖο
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
695



Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν,
οἳ δ’ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος
ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
ἀλλ’ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
700



Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’ εἰσενόησεν
ἑσταότ’ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·
τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
κώκυσέν τ’ ἄρ’ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·
ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ’ ἰόντες,
705



εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
χαίρετ’, ἐπεὶ μέγα χάρμα πόλει τ’ ἦν παντί τε δήμῳ.
Ὣς ἔφατ’, οὐδέ τις αὐτόθ’ ἐνὶ πτόλει λίπετ’ ἀνὴρ
οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
710



πρῶται τόν γ’ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
τιλλέσθην ἐπ’ ἄμαξαν ἐύτροχον ἀίξασαι
ἁπτόμεναι κεφαλῆς· κλαίων δ’ ἀμφίσταθ’ ὅμιλος.
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
715



εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·
εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα
ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.
Ὣς ἔφαθ’, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
οἳ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
720



τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ’ εἷσαν ἀοιδοὺς
θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν
οἳ μὲν ἄρ’ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
τῇσιν δ’ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·
725



ἆνερ ἀπ’ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην
λείπεις ἐν μεγάροισι· πάις δ’ ἔτι νήπιος αὔτως
ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἧδε κατ’ ἄκρης
πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
730



ῥύσκευ, ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δ’ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν
735



ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
ἢ πατέρ’ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαὶ λυγρῇ·
740



τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,
οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ
745



μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.
Ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
τῇσιν δ’ αὖθ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·
750



οἳ δ’ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
πέρνασχ’ ὅν τιν’ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
ἐς Σάμον ἔς τ’ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·
σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκει χαλκῷ,
755



πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ’ ἑτάροιο
Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ’ ὧς.
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
κεῖσαι, τῷ ἴκελος ὅν τ’ ἀργυρότοξος Ἀπόλλων
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
760



Ὣς ἔφατο κλαίουσα, γόον δ’ ἀλίαστον ὄρινε.
τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
ὅς μ’ ἄγαγε Τροίηνδ’· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
765



ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον·
ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
770



ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
τὼ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ·
οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
775



ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.
Ὣς ἔφατο κλαίουσ’, ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων.
λαοῖσιν δ’ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·
ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ
δείσητ’ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς
780



πέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
Ὣς ἔφαθ’, οἳ δ’ ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τε
ζεύγνυσαν, αἶψα δ’ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
785



ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
καὶ τότ’ ἄρ’ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ’ ἔβαλον πῦρ.
Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
τῆμος ἄρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
790



αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο
πρῶτον μὲν κατὰ πυρκαιὴν σβέσαν αἴθοπι οἴνῳ
πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ’ ἕταροί τε
μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
795



καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
αἶψα δ’ ἄρ’ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·
ῥίμφα δὲ σῆμ’ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
800



μὴ πρὶν ἐφορμηθεῖεν ἐυκνήμιδες Ἀχαιοί.
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα
εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα
δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
Ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.
   
   

 

 

 

[ Homepage | Inhalt | Griechisch | Forum | Feedback ]
Griechisches Online-Wörterbuch
Hilfe zur Wrterbucheingabe
   
bottom © 2000 - 2017 - Letzte Aktualisierung: 08.01.2008 - 15:19