|
(zur
altgriechischen Schrift) |
|
| 307 |
Ἑρμείας μὲν ἔπειτ'
ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
νῆσον ἀν' ὑλήεσσαν, ἐγὼ δ' ἐς
δώματα Κίρκης
ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε
κιόντι. |
| 310 |
ἔστην δ' εἰνὶ θύρῃσι
θεᾶς καλλιπλοκάμοιο·
ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν
αὐδῆς.
ἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος
ἦτορ.
εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου
ἀργυροήλου, |
| 315 |
[καλοῦ δαιδαλέου· ὑπὸ
δὲ θρῆνυς ποσὶν ἦεν·]
τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπᾳ, ὄφρα
πίοιμι,
ἐν δέ τε φάρμακον ἧκε, κακὰ
φρονέους' ἐνὶ θυμῷ.
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον
οὐδέ μ' ἔθελξε,
ῥάβδῳ πεπληγυῖα ἔπος τ' ἔφατ' ἔκ τ'
ὀνόμαζεν· |
| 320 |
"ἔρχεο νῦν συφεόνδε,
μετ' ἄλλων λέξο ἑταίρων."
ὣς φάτ', ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος
παρὰ μηροῦ
Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε
γούνων
καί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα
προσηύδα· |
| 325 |
"τίς πόθεν εἰς
ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
θαῦμά μ' ἔχει, ὡς οὔ τι πιὼν τάδε
φάρμακ' ἐθέλχθης.
οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε
φάρμακ' ἀνέτλη,
ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται
ἕρκος ὀδόντων·
σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος
νόος ἐστίν. |
| 330 |
ἦ σύ γ' Ὀδυσσεύς
ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
φάσκεν ἐλεύσεσθαι χρυσόρραπις Ἀργειφόντης,
ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
ἀλλ' ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δ'
ἔπειτα
εὐνῆς ἡμετέρης ἐπιβήομεν, ὄφρα
μιγέντε |
| 335 |
εὐνῇ καὶ φιλότητι
πεποίθομεν ἀλλήλοισιν."
ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
προσέειπον·
"ὦ Κίρκη, πῶς γάρ με κέλῃ σοὶ
ἤπιον εἶναι,
ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν
ἑταίρους,
αὐτὸν δ' ἐνθάδ' ἔχουσα
δολοφρονέουσα κελεύεις |
| 340 |
ἐς θάλαμόν τ' ἰέναι
καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
ὄφρα με γυμνωθέντα κακὸν καὶ
ἀνήνορα θήῃς.
οὐδ' ἂν ἐγώ γ' ἐθέλοιμι τεῆς ἐπιβήμεναι
εὐνῆς,
εἰ μή μοι τλαίης γε, θεά, μέγαν
ὅρκον ὀμόσσαι,
μή τί μοι αὐτῷ πῆμα κακὸν
βουλευσέμεν ἄλλο." |
| 345 |
ὣς ἐφάμην, ἡ δ' αὐτίκ'
ἀπώμνυεν, ὡς ἐκέλευον. |
|