(259,1) χελώνη θεασαμένη ἀετὸν
πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πέτεσθαι. προσελθοῦσα δὲ τοῦτον
παρεκάλει ἐφ' ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. τοῦ δὲ λέγοντος
ἀδύνατον εἶναι καὶ ἔτι αὐτῆς ἐπικειμένης καὶ ἀξιούσης, ἄρας
αὐτὴν καὶ μετέωρος ἀρθεὶς ἀφῆκεν ἐπί τινος πέτρας, ὅθεν κατενεχθεῖσα
διερράγη [καὶ ἀπέθανεν].
ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες
ἑαυτοὺς καταβλάπτουσιν. |
Eine Schildkröte sah einen
Adler fliegen und wünschte auch selbst zu fliegen. Sie
ging zu ihm und bat ihn, sie es gegen Honorar zu lehren. Er
sagte, es sei nicht möglich. Als sie aber darauf bestand
und es forderte, hob er sie auf, stieg mit ihr hoch und ließ
sie auf einen Felsen fallen. Daher stürzte sie ab, zerbrach
und verendete. Viele Menschen wollen nicht auf Klügere
hören und schaden sich so selbst. |
| (259,2) χέλος ἄρρην
θεασάμενος ἀετὸν ἐπεθύμησε καὶ αὐτὸς πετασθῆναι. προσελθὼν
δὲ πρός τινα παρεκάλει αὐτὸν ἐπὶ μισθῷ διδάξαι αὐτὸν τοῦ
πετάσαι. τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι ἐκεῖνος παρακούσας
ἀναβὰς εἰς ὕψος ἀφῆκεν ἑαυτὸν καὶ παραχρῆμα ἐπὶ πέτραν πεσὼν
διερράγη. ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν ταῖς φιλονεικίαις
τῶν φρονιμωτέρων αὐτῶν παρακούσαντες ἑαυτοὺς κατέβλαψαν.
(259,3) χελώνη ἀετοῦ ἐδεῖτο ἵπτασθαι
ταύτην διδάξαι. τοῦ δὲ παραινοῦντος πόρρω τοῦτο τῆς φύσεως
αὐτῆς εἶναι ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. λαβὼν οὖν
ταύτην τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν εἶτ' ἀφῆκεν, ἡ
δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη. ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ
ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔβλαψαν. |
ἡ χελώνη – Schildkröte | ἐπίκειμαι – liege darauf,
setze mit Bitten zu | παρακούω – verhöre mich; gehorche nicht
| καταβλάπτω (τινά) – beschädige, verletze (jdn.) |