Nostri consocii (Google, Affilinet) crustulis memorialibus utuntur. Concedis, si legere pergis.
top

Aischylos

Eumeniden - ΕΥΜΕΝΙΔΕΣ

griechisch

 

sagsin.jpg (1095 Byte) sagdex.jpg (1082 Byte)
   
     
  ΠΡΟΦΗΤΙΣ
1


  Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ’ ἕζετο
μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ
5



  λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
Φοίβη· δίδωσι δ’ ἣ γενέθλιον δόσιν
Φοίβῳ· τὸ Φοίβης δ’ ὄνομ’ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,

10



  κέλσας ἐπ’ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ’ ἕδρας.
πέμπουσι δ’ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
15



  μολόντα δ’ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις
Διὸς προφήτης δ’ ἐστὶ Λοξίας πατρός.
20



  τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
Παλλὰς Προναία δ’ ἐν λόγοις πρεσβεύεται.
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·
Βρόμιος δ’ ἔχει τὸν χῶρον, οὐδ’ ἀμνημονῶ,
25



  ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·
Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις εἰς θρόνους καθιζάνω.
30



  καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
ἄριστα δοῖεν· κεἰ πάρ’ Ἑλλήνων τινές,
ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
ἦ δεινὰ λέξαι, δεινὰ δ’ ὀφθαλμοῖς δρακεῖν,
35



  πάλιν μ’ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
ὡς μήτε σωκεῖν μήτε μ’ ἀκταίνειν στάσιν
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν.
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·
40



  ὁρῶ δ’ ἐπ’ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντ’ ἐλαίας θ’ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
45



  ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.
πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδ’ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
50



  εἶδόν ποτ’ ἤδη Φινέως γεγραμμένας
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δ’, ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δ’ οὐ πλατοῖσι φυσιάμασιν
ἐκ δ’ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
55



  καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτ’ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδ’ ὁμιλίας
οὐδ’ ἥτις αἶα τοῦτ’ ἐπεύχεται γένος
τρέφουσ’ ἀνατεὶ μὴ μεταστένειν πόνον.
60



  τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δ’ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
  ΟΡΕΣΤΗΣ
85
86
87
  ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ἀδικεῖν·
ἐπεὶ δ’ ἐπίστᾳ, καὶ τὸ μὴ ἀμελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
  ΑΠΟΛΛΩΝ
64
  οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ,
65



  ἐγγὺς παρεστὼς καὶ πρόσωθ’ ἀποστατῶν,
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·
ὕπνῳ πεσοῦσαι δ’ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
70



  θεῶν τις οὐδ’ ἄνθρωπος οὐδὲ θήρ ποτε -
κακῶν δ’ ἕκατι κἀγένοντ’, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θ’ ὑπὸ χθονός,
μισήματ’ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
75



  ἐλῶσι γάρ σε καὶ δι’ ἠπείρου μακρᾶς
βιβῶντ’ ἀν’ ἀεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80



  ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστ’ ἐς τὸ πᾶν σε τῶνδ’ ἀπαλλάξαι πόνων.
καὶ γὰρ κτανεῖν σ’ ἔπεισα μητρῷον δέμας.
88
89
  μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δ’, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
90


  Ἑρμῆ, φύλασσε, κάρτα δ’ ὢν ἐπώνυμος
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτην· σέβει τοι Ζεὺς τόδ’ ἐκνόμων σέβας
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
  ΚΛΥΤΑΙΜΗΣΤΡΑΣ ΕΙΔΩΛΟΝ
  εὕδοιτ’ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
95



  ἐγὼ δ’ ὑφ’ ὑμῶν ὧδ’ ἀπητιμασμένη
ἄλλοισιν ἐν νεκροῖσιν - ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δ’ ἀλῶμαι· προυννέπω δ’ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
100



  παθοῦσα δ’ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων -
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὅρα δὲ πληγὰς τάσδε καρδίᾳ σέθεν·
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105



  [ἐν ἡμέρᾳ δὲ μοῖρ’ ἀπρόσκοπος βροτῶν.]
ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε·
χοάς τ’ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπν’ ἐπ’ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110



  καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
ὁ δ’ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων.
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθ’, ὡς ἔλεξα τῆς ἐμῆς πέρι
115

  ψυχῆς· φρονήσατ’, ὦ κατὰ χθονὸς θεαί.
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
  ΧΟΡΟΣ



Κλ.
[μυγμός.]
μύζοιτ’ ἄν, ἁνὴρ δ’ οἴχεται φεύγων πρόσω·
† φίλοις γάρ εἰσιν οὐκ ἐμοῖς προσίκτορες.
120



ΧΟ.
Κλ.

ΧΟ.
Κλ.
[μυγμός.]
ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δ’ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
[ὠγμός.]
ὤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
125




ΧΟ.
Κλ.

ΧΟ.
τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
[ὠγμός.]
ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
[μυγμὸς διπλοῦς ὀξύς.]
130




Κλ.
λαβὲ λαβὲ λαβὲ λαβὲ, φράζου.
ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ’ ἅπερ
κύων μέριμναν οὔποτ’ ἐκλείπων πόνου.
τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
μηδ’ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ’ ὕπνῳ.
135



  ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δ’ αἱματηρὸν πνεῦμ’ ἐπουρίσασα τῷ,
ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.
140



ΧΟ. - ἔγειρ’, ἔγειρε καὶ σὺ τήνδ’, ἐγὼ δὲ σέ.
εὕδεις; ἀνίστω, κἀπολακτίσασ’ ὕπνον,
ἰδώμεθ’ εἴ τι τοῦδε φροιμίου ματᾷ.
- ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι, [στρ. α.
[ - ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ.]
145



  ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
ἄφερτον κακόν.
- ἐξ ἀρκύων πέπτωκεν, οἴχεται δ’ ὁ θήρ.
- ὕπνῳ κρατηθεῖσ’ ἄγραν ὤλεσα.
- ἰὼ παῖ Διός· ἐπίκλοπος πέλῃ, [ἀντ. α.
150



  [ - νέος δὲ γραίας δαίμονας καθιππάσω.]
τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
τοκεῦσιν πικρόν.
- τὸν μητραλοίαν δ’ ἐξέκλεψας ὢν θεός.
- τί τῶνδ’ ἐρεῖ τις δικαίως ἔχειν;
155



  - ἐμοὶ δ’ ὄνειδος ἐξ ὀνειράτων μολὸν [στρ. β.
ἔτυψεν δίκαν διφρηλάτου
μεσολαβεῖ κέντρῳ,
ὑπὸ φρένας, ὑπὸ λοβόν.
160



  πάρεστι μαστίκτορος δαίου δαμίου
βαρὺ περίβαρυ τὸ κρύος ἔχειν.
- τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, [ἀντ. β.
κρατοῦντες τὸ πᾶν δίκας πλέον.
φονολιβῆ θρόνον,
166


  περὶ πόδα, περὶ κάρα -
πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
- ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι [στρ. γ.
170



  μυχὸν ἐχράνατ’ αὐτόσσυτος, αὐτόκλητος,
παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
παλαιγενεῖς δὲ μοίρας φθίσας.
- κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται, [ἀντ. γ.
175






Απ.
ὑπὸ δὲ γᾶν φυγὼν οὔ ποτ’ ἐλευθεροῦται.
ποτιτρόπαιος ὢν δ’ ἕτερον ἐν κάρα
μιάστορ’ εἶσιν οὗ πάσεται.
ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος·
180



  χωρεῖτ’, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
ἀνῇς ὑπ’ ἄλγους μέλανα πλευμόνων ἀφρόν,
ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
185



  οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·
ἀλλ’ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
δίκαι σφαγαί τε, σπέρματός τ’ ἀποφθορᾷ
παίδων κακοῦται χλοῦνις, ἠδ’ ἀκρωνίαι
λευσμοί τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
190



  ὑπὸ ῥάχιν παγέντες. ἆρ’ ἀκούετε
οἵας ἑορτῆς ἔστ’ ἀπόπτυστοι θεοῖς
στέργηθρ’ ἔχουσαι; πᾶς δ’ ὑφηγεῖται τρόπος
μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
195






ΧΟ.
ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
χωρεῖτ’ ἄνευ βοτῆρος αἰπολούμεναι.
ποίμνης τοιαύτης δ’ οὔτις εὐφιλὴς θεῶν.
ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
200




Απ.
ΧΟ.

Απ.
ΧΟ.
ἀλλ’ εἷς τὸ πᾶν ἔπραξας ὡς παναίτιος.
πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν;
κἄπειθ’ ὑπέστης αἵματος δέκτωρ νέου.
205



Απ.
ΧΟ.

Απ.
ΧΟ.
Απ.
καὶ προστραπέσθαι τούσδ’ ἐπέστελλον δόμους.
καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
οὐ γὰρ δόμοισι τοῖσδε πρόσφοροι μολεῖν.
ἀλλ’ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον -
τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
210




ΧΟ.
Απ.
ΧΟ.
Απ.
τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
οὐκ ἂν γένοιθ’ ὅμαιμος αὐθέντης φόνος.
ἦ κάρτ’ ἄτιμα καὶ παρ’ οὐδὲν ἠργάσω
῞Ηρας τελείας καὶ Διὸς πιστώματα.
215



  Κύπρις δ’ ἄτιμος τῷδ’ ἀπέρριπται λόγῳ,
ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
ὅρκου ‘στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
220



  τὸ μὴ τίνεσθαι μηδ’ ἐποπτεύειν κότῳ,
οὔ φημ’ Ὀρέστην σ’ ἐνδίκως ἀνδρηλατεῖν.
τὰ μὲν γὰρ οἶδα κάρτα σ’ ἐνθυμουμένην,
τὰ δ’ ἐμφανῶς πράσσουσιν ἡσυχαιτέραν.
δίκας δὲ Παλλὰς τῶνδ’ ἐποπτεύσει θεά.
225



ΧΟ.
Απ.
ΧΟ.
Απ.
ΧΟ.
τὸν ἄνδρ’ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
σὺ δ’ οὖν δίωκε καὶ πόνον πλείω τίθου.
τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.
οὐδ’ ἂν δεχοίμην ὥστ’ ἔχειν τιμὰς σέθεν.
μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ·
230





Απ.
ἐγὼ δ’, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
μέτειμι τόνδε φῶτα κἀκκυνηγέσω.
ἐγὼ δ’ ἀρήξω τὸν ἱκέτην τ’ ἐρύσομαι·
δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
τοῦ προστροπαίου μῆνις, εἰ προδῷ σφ’ ἑκών.
235



Ορ. ἄνασσ’ Ἀθάνα, Λοξίου κελεύμασιν
ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
οὐ προστρόπαιον οὐδ’ ἀφοίβαντον χέρα,
ἀλλ’ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς
ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
240







ΧΟ.
ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
σῴζων δ’ ἐφετμὰς Λοξίου χρηστηρίους,
πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
εἶἑν· τόδ’ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ,
245



  ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
250



  ὑπέρ τε πόντον ἀπτέροις πωτήμασιν
ἦλθον διώκουσ’, οὐδὲν ὑστέρα νεώς.
καὶ νῦν ὅδ’ ἐνθάδ’ ἐστί που καταπτακών.
ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
- ὅρα ὅρα μάλ’ αὖ·
255



  λεύσσετε πάντα, μὴ
λάθῃ φύγδα βὰς [ὁ] ματροφόνος ἀτίτας.
- ὅδ’ αὐτός· [οὖν] ἀλκὰν ἔχων
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
260



  ὑπόδικος θέλει γενέσθαι χρεῶν.
- τὸ δ’ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ
δυσαγκόμιστον, παπαῖ·
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
- ἀλλ’ ἀντιδοῦναι δεῖ σ’ ἀπὸ ζῶντος ῥοφεῖν
265



  ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ
βοσκὰν φεροίμαν πώματος δυσπότου.
- καὶ ζῶντά σ’ ἰσχνάνασ’ ἀπάξομαι κάτω,
[ἵν’] ἀντιποίνους τίνῃς ματροφόντας δύας.
- ὄψῃ δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
270



  ἢ θεὸν ἢ ξένον
τιν’ ἀσεβῶν ἢ τοκέας φίλους,
ἔχονθ’ ἕκαστον τῆς δίκης ἐπάξια.
- μέγας γὰρ ῞Αιδης ἐστὶν εὔθυνος βροτῶν
ἔνερθε χθονός,
275




Ορ.
δελτογράφῳ δὲ πάντ’ ἐπωπᾷ φρενί.
ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
σιγᾶν θ’ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου·
280



  βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
μητροκτόνον μίασμα δ’ ἔκπλυτον πέλει.
ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
πολὺς δέ μοι γένοιτ’ ἂν ἐξ ἀρχῆς λόγος,
285



  ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
[χρόνος καθαίρει πάντα γηράσκων ὁμοῦ.]
καὶ νῦν ἀφ’ ἁγνοῦ στόματος εὐφήμως καλῶ
χώρας ἄνασσαν τῆσδ’ Ἀθηναίαν ἐμοὶ
μολεῖν ἀρωγόν· κτήσεται δ’ ἄνευ δορὸς
290



  αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
ἀλλ’ εἴτε χώρας ἐν τόποις Λιβυστικῆς,
Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
295







ΧΟ.
φίλοις ἀρήγουσ’, εἴτε Φλεγραίαν πλάκα
θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
ἔλθοι - κλύει δὲ καὶ πρόσωθεν ὢν θεός -
ὅπως γένοιτο τῶνδ’ ἐμοὶ λυτήριος.
οὔτοι σ’ Ἀπόλλων οὐδ’ Ἀθηναίας σθένος
300



  ῥύσαιτ’ ἂν ὥστε μὴ οὐ παρημελημένον
ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ’ ὅπου φρενῶν,
ἀναίματον, βόσκημα δαιμόνων, σκιάν.
οὐδ’ ἀντιφωνεῖς, ἀλλ’ ἀποπτύεις λόγους
ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
305



  καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·
ὕμνον δ’ ἀκούσῃ τόνδε δέσμιον σέθεν.
- ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
μοῦσαν στυγερὰν
ἀποφαίνεσθαι δεδόκηκεν,
310



  λέξαι τε λάχη τὰ κατ’ ἀνθρώπους
ὡς ἐπινωμᾷ στάσις ἁμά.
εὐθυδίκαιοι δ’ οἰόμεθ’ εἶναι·
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ’
οὔτις ἐφέρπει μῆνις ἀφ’ ἡμῶν,
315



  ἀσινὴς δ’ αἰῶνα διοιχνεῖ·
ὅστις δ’ ἀλιτὼν ὥσπερ ὅδ’ ἁνὴρ
χεῖρας φονίας ἐπικρύπτει,
μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
παραγιγνόμεναι πράκτορες αἵματος
320



  αὐτῷ τελέως ἐφάνημεν.
- μᾶτερ ἅ μ’ ἔτικτες, ὦ [στρ. α.
μᾶτερ Νύξ, ἀλα-
οῖσι καὶ δεδορκόσιν
ποινάν, κλῦθ’. ὁ Λατοῦς γὰρ ἶ-
νίς μ’ ἄτιμον τίθησιν
325



  τόνδ’ ἀφαιρούμενος
πτῶκα, ματρῷον ἅγ-
νισμα κύριον φόνου.
- ἐπὶ δὲ τῷ τεθυμένῳ [ἐφυμν. α.
τόδε μέλος, παρακοπά,
330



  παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὑονὰ βροτοῖς.
- τοῦτο γὰρ λάχος διαν- [ἀντ. α.
ταία Μοῖρ’ ἐπέ-
335



  κλωσεν ἐμπέδως ἔχειν,
θνατῶν τοῖσιν αὐτουργίαι
ξυμπέσωσιν μάταιοι,
τοῖς ὁμαρτεῖν, ὄφρ’ ἂν
γᾶν ὑπέλθῃ· θανὼν δ’
340



  οὐκ ἄγαν ἐλεύθερος.
- ἐπὶ δὲ τῷ τεθυμένῳ [ἐφυμν. α.
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
345



  δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὑονὰ βροτοῖς.
- γιγνομέναισι λάχη τάδε φαμὶ κεκράνθαι, [στρ. β.
350



  ἀθανάτων δ’ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ
συνδαίτωρ μετάκοινος,
παλλεύκων δὲ πέπλων † ἄμοιρος ἄκληρος ἐτύχθην.
. . . . . .
- δωμάτων γὰρ εἱλόμαν
355



  ἀνατροπάς, ὅταν Ἄρης
τιθασὸς ὢν φίλον ἕλῃ,
ἐπὶ τόν, ὤ, διόμεναι
κρατερὸν ὄνθ’ ὁμοίως
μαυροῦμεν ὑφ’ αἵματος νέου.
360



  - † σπεύδομεν αἵδ’ ἀφελεῖν τινὰ τᾶσδε μερί- [ἀντ. β.
μνας
† θεῶν δ’ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνειν,
μηδ’ εἰς ἄγκρισιν ἐλθεῖν.
365



  Ζεὺς δ’ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας
ἇς ἀπηξιώσατο.
- <δωμάτων γὰρ εἱλόμαν
ἀνατροπάς· ὅταν Ἄρης
τιθασὸς ὢν φίλον ἕλῃ,
ἐπὶ τόν, ὤ, διόμεναι
κρατερὸν ὄνθ’ ὁμοίως
μαυροῦμεν ὑφ’ αἵματος νέου.>
- δόξαι δ’ ἀνδρῶν καὶ μάλ’ ὑπ’ αἰθέρι σεμναὶ [373] [στρ. γ.
τακόμεναι κατὰ γᾶς μινύθουσιν ἄτιμοι [374]
370



  ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-
σμοῖς τ’ ἐπιφθόνοις ποδός. [376]
- μάλα γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπετῆ
καταφέρω ποδὸς ἀκμάν,
375



  σφαλερὰ [καὶ] τανυδρόμοις
κῶλα, δύσφορον ἄταν.
- πίπτων δ’ οὐκ οἶδεν τόδ’ ὑπ’ ἄφρονι λύμᾳ· [ἀντ. γ.
τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσους πεπόταται,
καὶ δνοφεράν τιν’ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
380



  ται πολύστονος φάτις.
- <μάλα γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπετῆ
καταφέρω ποδὸς ἀκμάν,
σφαλερὰ καὶ τανυδρόμοις
κῶλα, δύσφορον ἄταν.>
- μένει γάρ· εὐμήχανοι [στρ. δ.
δὲ καὶ τέλειοι κακῶν
τε μνήμονες, σεμναὶ
καὶ δυσπαρήγοροι βροτοῖς,
385



  ἄτιμ’ ἀτίετα διόμεναι
λάχη θεῶν διχοστατοῦντ’
ἀνηλίῳ λάμπᾳ,
δυσοδοπαίπαλα δερκομένοισι
καὶ δυσομμάτοις ὁμῶς.
τίς οὖν τάδ’ οὐχ ἅζεταί [ἀντ. δ.
390



  τε καὶ δέδοικεν βροτῶν,
ἐμοῦ κλύων θεσμὸν
τὸν μοιρόκραντον ἐκ θεῶν
δοθέντα τέλεον; ἔτι δέ μοι
[μένει] γέρας παλαιόν, οὐδ’
ἀτιμίας κύρω,
395
  καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα
καὶ δυσήλιον κνέφας.
  ΑΘΗΝΑ


  πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
ἀπὸ Σκαμάνδρου, γῆν καταφθατουμένη,
ἣν δῆτ’ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
400



  τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις·
ἔνθεν διώκουσ’ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
405



  [πώλοις ἀκμαίοις τόνδ’ ἐπιζεύξασ’ ὄχον.]
καινὴν δ’ ὁρῶσα τήνδ’ ὁμιλίαν χθονὸς
ταρβῶ μὲν οὐδέν, θαῦμα δ’ ὄμμασιν πάρα.
τίνες ποτ’ ἐστέ; πᾶσι δ’ ἐς κοινὸν λέγω,
βρέτας τε τοὐμὸν τῷδ’ ἐφημένῳ ξένῳ·
410



  ὑμᾶς δ’ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
οὔτ’ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
οὔτ’ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι -
λέγειν δ’ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
πρόσω δικαίων ἠδ’ ἀποστατεῖ θέμις.
415



ΧΟ.


Αθ.
ΧΟ.
πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα,
Ἀραὶ δ’ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
γένος μὲν οἶδα κληδόνας τ’ ἐπωνύμους.
τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
420



Αθ.
ΧΟ.

Αθ.
ΧΟ.

Αθ.
μάθοιμ’ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
ἦ καὶ τοιαύτας τῷδ’ ἐπιρροιζεῖς φυγάς;
425



ΧΟ.
Αθ.
ΧΟ.

Αθ.
ΧΟ.
φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
ἄλλης ἀνάγκης οὔτινος τρέων κότον;
ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
ἀλλ’ ὅρκον οὐ δέξαιτ’ ἄν, οὐ δοῦναι θέλει.
430



Αθ.
ΧΟ.

Αθ.
ΧΟ.

Αθ.
κλύειν δικαίως μᾶλλον ἢ πρᾶξαι θέλεις.
πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
ἀλλ’ ἐξέλεγχε, κρῖνε δ’ εὐθεῖαν δίκην.
ἦ κἀπ’ ἐμοὶ τρέποιτ’ ἂν αἰτίας τέλος;
435



ΧΟ.
Αθ.
πῶς δ’ οὔ; σέβουσαί γ’ ἀξίαν κἀπ’ ἀξίων.
τί πρὸς τάδ’ εἰπεῖν, ὦ ξέν’, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδ’ ἀμυναθοῦ ψόγον,
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
440






Ορ.
ἧσαι φυλάσσων ἑστίας ἐμῆς πέλας,
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
ἄνασσ’ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ’ ἀφαιρήσω μέγα.
445



  οὐκ εἰμὶ προστρόπαιος, οὐδ’ ἔχων μύσος
πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέας
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ’ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
450



  σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτ’ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ’ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
455



  Ἀργεῖός εἰμι, πατέρα δ’ ἱστορεῖς καλῶς,
Ἀγαμέμνον’, ἀνδρῶν ναυβατῶν ἁρμόστορα·
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ’ οὗτος οὐ καλῶς, μολὼν
εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
460



  μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
κρύψασ’, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
465



  καὶ τῶνδε κοινῇ Λοξίας μεταίτιος,
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδ’ ἔρξοιμι τοὺς ἐπαιτίους.
σὺ δ’ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ’ αἰνέσω.
470



Αθ. τὸ πρᾶγμα μεῖζον ἤ τις οἴεται τόδε
βροτοῖς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς νόμῳ
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις.
475



  ὅμως δ’ ἄμομφον ὄντα σ’ αἱροῦμαι πόλει.
αὗται δ’ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου -
χωρεῖ μεταῦθις ἰὸς ἐκ φρονημάτων,
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
480




  τοιαῦτα μὲν τάδ’ ἐστίν· ἀμφότερα, μένειν
πέμπειν τε, † δυσπήματ’ ἀμηχάνως ἐμοί.†
ἐπεὶ δὲ πρᾶγμα δεῦρ’ ἐπέσκηψεν τόδε,
. . . . . .
φόνων δικαστὰς ὁρκίων αἰδουμένους
θεσμόν, τὸν εἰς ἅπαντ’ ἐγὼ θήσω χρόνον.
485



  ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
καλεῖσθ’, ἀρωγὰ τῆς δίκης ὀρθώματα.
κρίνασα δ’ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ’ ἐτητύμως.
ὅρκων περῶντας μηδὲν ἔκδικον φρεσίν.
490



ΧΟ. νῦν καταστροφαὶ νέων [στρ. α.
θεσμίων, εἰ κρατή-
σει δίκα [τε] καὶ βλάβα
τοῦδε μητροκτόνου.
πάντας ἤδη τόδ’ ἔργον εὐχερεί-
495



  ᾳ συναρμόσει βροτούς.
πολλὰ δ’ ἔτυμα παιδότρωτα
πάθεα προσμένει τοκεῦ-
σιν μεταῦθις ἐν χρόνῳ.
οὐδὲ γὰρ βροτοσκόπων [ἀντ. α.
500



  μαινάδων τῶνδ’ ἐφέρ-
ψει κότος τις ἐργμάτων·
πάντ’ ἐφήσω μόρον.
πεύσεται δ’ ἄλλος ἄλλοθεν, προφω-
νῶν τὰ τῶν πέλας κακά,
505



  λῆξιν ὑπόδοσίν τε μόχθων,
ἄκεά τ’ οὐ βέβαια τλά-
μων [δέ τις] μάταν παρηγορεῖ.
μηδέ τις κικλῃσκέτω [στρ. β.
ξυμφορᾷ τετυμμένος,
510



  τοῦτ’ ἔπος θροούμενος,
῏Ὦ Δίκα,
ὦ θρόνοι τ’ Ἐρινύων.

ταῦτά τις τάχ’ ἂν πατὴρ
ἢ τεκοῦσα νεοπαθὴς
515



  οἶκτον οἰκτίσαιτ’, ἐπει-
δὴ πίτνει δόμος δίκας.
ἔσθ’ ὅπου τὸ δεινὸν εὖ [ἀντ. β.
καὶ φρενῶν ἐπίσκοπον
δεῖ μένειν καθήμενον·
520



  ξυμφέρει
σωφρονεῖν ὑπὸ στένει.
τίς δὲ μηδὲν ἐν φάει
καρδίας ἀνὴρ τρέμων
ἢ πόλις βροτῶν ὁμοί-
525



  ως ἔτ’ ἂν σέβοι δίκαν;
μήτ’ ἄναρκτον βίον [στρ. γ.
μήτε δεσποτούμενον
αἰνέσῃς.
530



  παντὶ μέσῳ τὸ κράτος θεὸς ὤπασεν, ἄλλ’
ἄλλᾳ δ’ ἐφορεύει.
ξύμμετρον δ’ ἔπος λέγω,
δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως·
535



  ἐκ δ’ ὑγιείας
φρενῶν ὁ πᾶσιν φίλος
καὶ πολύευκτος ὄλβος.
ἐς τὸ πᾶν <δέ> σοι λέγω, [ἀντ. γ.
βωμὸν αἴδεσαι δίκας·
540



  μηδέ μιν
κέρδος ἰδὼν ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς,
ποινὰ γὰρ ἐπέσται.
κύριον μένει τέλος.
545



  πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων
καὶ ξενοτίμους
ἐπιστροφὰς δωμάτων
αἰδόμενός τις ἔστω.
550



  ἐκ τῶνδ’ ἀνάγκας ἄτερ δίκαιος ὢν [στρ. δ.
οὐκ ἄνολβος ἔσται
πανώλεθρος <δ> οὔποτ’ ἂν γένοιτο.
τὸν ἀντίτολμον δέ φαμι παρβάδαν
<ἄγον>τα πολλὰ παντόφυρτ’ ἄνευ δίκας
555



  βιαίως ξὺν χρόνῳ καθήσειν
λαῖφος, ὅταν λάβῃ πόνος
θραυομένας κεραίας.
καλεῖ δ’ ἀκούοντας οὐδὲν <ἐν> μέσᾳ [ἀντ. δ.
δυσπαλεῖ τε δίνᾳ·
560



  γελᾷ δὲ δαίμων ἐπ’ ἀνδρὶ θερμῷ,
τὸν οὔποτ’ αὐχοῦντ’ ἰδὼν ἀμηχάνοις
δύαις λαπαδνὸν οὐδ’ ὑπερθέοντ’ ἄκραν
δι’ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
ἕρματι προσβαλὼν δίκας
565




Αθ.
ὤλετ’ ἄκλαυστος, ᾆστος.
κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
† ἥ τ’ οὖν διάτορος † Τυρσηνικὴ
σάλπιγξ βροτείου πνεύματος πληρουμένη
ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
570







ΧΟ.
πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον
καὶ τώδ’ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.
ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτός, κράτει.
575




Απ.
τί τοῦδε σοὶ μέτεστι πράγματος, λέγε.
καὶ μαρτυρήσων ἦλθον - ἔστι γὰρ νόμῳ
ἱκέτης ὅδ’ ἁνὴρ καὶ δόμων ἐφέστιος
ἐμῶν, φόνου δὲ τῷδ’ ἐγὼ καθάρσιος -
καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ’ ἔχω
580





Αθ.
τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ’ εἴσαγε
ὅπως [τ’] ἐπίστᾳ τήνδε κύρωσον δίκην.
ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην.
ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
γένοιτ’ ἂν ὀρθῶς πράγματος διδάσκαλος.
585



ΧΟ.


Ορ.
ΧΟ.
πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
ἔπος δ’ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.
τὴν μητέρ’ εἰπὲ πρῶτον εἰ κατέκτονας.
ἔκτεινα· τούτου δ’ οὔτις ἄρνησις πέλει.
ἓν μὲν τόδ’ ἤδη τῶν τριῶν παλαισμάτων.
590



Ορ.
ΧΟ.
Ορ.
ΧΟ.
Ορ.
οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.
εἰπεῖν γε μέντοι δεῖ σ’ ὅπως κατέκτανες.
λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.
πρὸς τοῦ δ’ ἐπείσθης καὶ τίνος βουλεύμασιν;
τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.
595



ΧΟ.
Ορ.
ΧΟ.
Ορ.
ΧΟ.
ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;
καὶ δεῦρό γ’ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.
ἀλλ’ εἴ σε μάρψει ψῆφος, ἄλλ’ ἐρεῖς τάχα.
πέποιθ’· ἀρωγὰς [δ’] ἐκ τάφου πέμπει πατήρ.
νεκροῖσί νυν πέπισθι μητέρα κτανών.
600



Ορ.
ΧΟ.
Ορ.
ΧΟ.
Ορ.
δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτων.
πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
ἀνδροκτονοῦσα πατέρ’ ἐμὸν κατέκτανε.
† τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ’ ἐλευθέρα φόνου.
τί δ’ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
605



ΧΟ.
Ορ.
ΧΟ.

Ορ.
οὐκ ἦν ὅμαιμος φωτός, ὃν κατέκτανεν.
ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
πῶς γάρ σ’ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,
ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;
ἤδη σὺ μαρτύρησον, ἐξηγοῦ δέ μοι,
610







Απ.
Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.
δρᾶσαι γάρ, ὥσπερ ἔστιν, οὐκ ἀρνούμεθα·
ἀλλ’ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ
δοκεῖ, τόδ’ αἷμα κρῖνον, ὡς τούτοις φράσω.
λέξω πρὸς ὑμᾶς, τόνδ’ Ἀθηναίας μέγαν
615



  θεσμόν, <δικαίως>, μάντις ὢν δ’ οὐ ψεύσομαι.
οὐπώποτ’ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.
τὸ μὲν δίκαιον τοῦθ’ ὅσον σθένει μαθεῖν,
620





ΧΟ.
βουλῇ πιφαύσκω δ’ ὔμμ’ ἐπισπέσθαι πατρός.
ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον
πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
625



Απ. οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
διοσδότοις σκήπτροισι τιμαλφούμενον,
καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
τόξοις ἑκηβόλοισιν, ὥστ’ Ἀμαζόνος,
ἀλλ’ ὡς ἀκούσῃ, Παλλάς, οἵ τ’ ἐφήμενοι
630




  ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
ἀπὸ στρατείας γάρ νιν, ἠμποληκότα
τὰ πλεῖστ’ ἄμεινον, εὔφροσιν δεδεγμένη
. . . . . . . .
δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι
φᾶρος περεσκήνωσεν, ἐν δ’ ἀτέρμονι
635



  κόπτει πεδήσασ’ ἄνδρα δαιδάλῳ πέπλῳ.
ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
† ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,
ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
640



ΧΟ.



Απ.
πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·
αὐτὸς δ’ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
ὑμᾶς δ’ ἀκούειν ταῦτ’ ἐγὼ μαρτύρομαι.
ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
645



  πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ’ ἄκος,
καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·
ἀνδρὸς δ’ ἐπειδὰν αἷμ’ ἀνασπάσῃ κόνις
ἅπαξ θανόντος, οὔτις ἔστ’ ἀνάστασις.
τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
650





ΧΟ.
οὑμός, τὰ δ’ ἄλλα πάντ’ ἄνω τε καὶ κάτω
στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.
πῶς γὰρ τὸ φεύγειν τοῦδ’ ὑπερδικεῖς ὅρα·
τὸ μητρὸς αἷμ’ ὅμαιμον ἐκχέας πέδοι
ἔπειτ’ ἐν Ἄργει δώματ’ οἰκήσει πατρός;
655






Απ.
ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;
καὶ τοῦτο λέξω, καὶ μάθ’ ὡς ὀρθῶς ἐρῶ.
οὐκ ἔστι μήτηρ ἡ κεκλημένη τέκνου
τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου·
660


  τίκτει δ’ ὁ θρῴσκων, ἡ δ’ ἅπερ ξένῳ ξένη
ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου·
πατὴρ μὲν ἂν γείναιτ’ ἄνευ μητρός· πέλας
μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
. . . . . . . .
665




  οὐδ’ ἐν σκότοισι νηδύος τεθραμμένη,
ἀλλ’ οἷον ἔρνος οὔτις ἂν τέκοι θεά.
ἐγὼ δέ, Παλλάς, τἄλλα θ’ ὡς ἐπίσταμαι,
τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
καὶ τόνδ’ ἔπεμψα σῶν δόμων ἐφέστιον,
670







Αθ.
ὅπως γένοιτο πίστις ἐς τὸ πᾶν χρόνου
καὶ τόνδ’ ἐπικτήσαιο σύμμαχον, θεά,
καὶ τοὺς ἔπειτα, καὶ τάδ’ αἰανῶς μένοι
στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.
ἤδη κελεύω τούσδ’ ἀπὸ γνώμης φέρειν
675




ΧΟ.

Αθ.
Απ.
ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;
ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
μένω δ’ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ’ ἄμομφος ὦ;
ἠκούσαθ’ ὧν ἠκούσατ’, ἐν δὲ καρδίᾳ
680




Αθ.
ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.
κλύοιτ’ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
685



  πάγον δ’ † Ἄρειον τόνδ’, Ἀμαζόνων ἕδραν
σκηνάς θ’, ὅτ’ ἦλθον Θησέως κατὰ φθόνον
στρατηλατοῦσαι, καὶ πόλει νεόπτολιν
τήνδ’ ὑψίπυργον ἀντεπύργωσαν τότε,
Ἄρει δ’ ἔθυον, ἔνθεν ἔστ’ ἐπώνυμος
690



  πέτρα πάγος τ’ Ἄρειος· ἐν δὲ τῷ σέβας
ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
σχήσει τό τ’ ἦμαρ καὶ κατ’ εὐφρόνην ὁμῶς,
αὐτῶν πολιτῶν μὴ ‘πικαινούντων νόμους
κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δ’ ὕδωρ
695



  λαμπρὸν μιαίνων οὔποθ’ εὑρήσεις ποτόν.
τὸ μήτ’ ἄναρχον μήτε δεσποτούμενον
ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
700



  τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας
ἔρυμα [τε] χώρας καὶ πόλεως σωτήριον
ἔχοιτ’ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
οὔτ’ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
705



  αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
ταύτην μὲν ἐξέτειν’ ἐμοῖς παραίνεσιν
ἀστοῖσιν ἐς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ
καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
710




ΧΟ.

Απ.
αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.
καὶ μὴν βαρεῖαν τήνδ’ ὁμιλίαν χθονὸς
ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
ταρβεῖν κελεύω μηδ’ ἀκαρπώτους κτίσαι.
715



ΧΟ.

Απ.

ΧΟ.
ἀλλ’ αἱματηρὰ πράγματ’ οὐ λαχὼν σέβεις,
μαντεῖα δ’ οὐκέθ’ ἁγνὰ μαντεύσῃ νέμων.
ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;
λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
720




Απ.

ΧΟ.
βαρεῖα χώρᾳ τῇδ’ ὁμιλήσω πάλιν.
ἀλλ’ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ’ ἐγώ.
τοιαῦτ’ ἔδρασας καὶ Φέρητος ἐν δόμοις
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
725



Απ.

ΧΟ.

Απ.
οὔκουν δίκαιον τὸν σέβοντ’ εὐεργετεῖν,
ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;
σύ τοι παλαιὰς διανομὰς καταφθίσας
οἴνῳ παρηπάφησας ἀρχαίας θεάς.
σύ τοι τάχ’ οὐκ ἔχουσα τῆς δίκης τέλος
730





ΧΟ.


Αθ.
ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.
ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
δίκης γενέσθαι τῆσδ’ ἐπήκοος μένω,
ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.
ἐμὸν τόδ’ ἔργον, λοισθίαν κρῖναι δίκην·
735



  ψῆφον δ’ Ὀρέστῃ τήνδ’ ἐγὼ προσθήσομαι.
μήτηρ γὰρ οὔτις ἔστιν ἥ μ’ ἐγείνατο,
τὸ δ’ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
ἅπαντι θυμῷ, κάρτα δ’ εἰμὶ τοῦ πατρός.
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
740







Ορ.
ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
νικᾷ δ’ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.
ἐκβάλλεθ’ ὡς τάχιστα τευχέων πάλους,
ὅσοις δικαστῶν τοῦτ’ ἐπέσταλται τέλος.
ὦ Φοῖβ’ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;
745



ΧΟ.
Ορ.
ΧΟ.
Απ.

ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ’ ὁρᾷς τάδε;
νῦν ἀγχόνης μοι τέρματ’, ἢ φάος βλέπειν.
ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.
πεμπάζετ’ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει.
750





Αθ.

Ορ.
γνώμης δ’ ἀπούσης πῆμα γίγνεται μέγα,
βαλοῦσά τ’ οἶκον ψῆφος ὤρθωσεν μία.
ἀνὴρ ὅδ’ ἐκπέφευγεν αἵματος δίκην·
ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.
ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους,
755



  γαίας πατρῴας ἐστερημένον σύ τοι
κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,
"Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν
οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίο
ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
760



  Σωτῆρος" - ὃς πατρῷον αἰδεσθεὶς μόρο
σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.
ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνου
ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
765



  μήτοι τιν’ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
ἐλθόντ’ ἐποίσειν εὖ κεκασμένον δόρυ.
αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
ἀμηχάνοισι † πράξομεν δυσπραξίαις,
770



  ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·
ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,
αὐτοί σφιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
775






ΧΟ.
καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·
πάλαισμ’ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
σωτήριόν τε καὶ δορὸς νικηφόρον.
ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους [στρ. α.
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
780



  ἐγὼ δ’ ἄτιμος ἁ τάλαινα βαρύκοτος
ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας
σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
785



  λιχὴν ἄφυλλος ἄτεκνος, ἰὼ δίκα,
πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω; τί ῥέξω;
γελῶμαι· δύσοιστ’ ἐν
790






Αθ.
πολίταις ἔπαθον·
ἰὼ μεγάλατοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.
ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
795



  οὐ γὰρ νενίκησθ’, ἀλλ’ ἰσόψηφος δίκη
ἐξῆλθ’ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·
ἀλλ’ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
αὐτός θ’ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
ὡς ταῦτ’ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
800



  ὑμεῖς δ’ ἐμεῖτε τῇδε γῇ βαρὺν κότον;
σκέψασθε, μὴ θυμοῦσθε, μηδ’ ἀκαρπίαν
τεύξητ’, ἀφεῖσαι δαιμόνων σταλάγματα,
βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
805






ΧΟ.
ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
λιπαροθρόνοισιν ἡμένας ἐπ’ ἐσχάραις
ἕξειν, ὑπ’ ἀστῶν τῶνδε τιμαλφουμένας.
ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους [ἀντ. α.
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
810



  ἐγὼ δ’ ἄτιμος ἁ τάλαινα βαρύκοτος
ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας
σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
815



  λιχὴν ἄφυλλος ἄτεκνος, ἰὼ δίκα,
πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω; τί ῥέξω;
γελῶμαι· δύσοιστ’ ἐν
820






Αθ.
πολίταις ἔπαθον·
ἰὼ μεγάλατοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.
οὐκ ἔστ’ ἄτιμοι, μηδ’ ὑπερθύμως ἄγαν
825



  θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
κἀγὼ πέποιθα Ζηνὶ καί - τί δεῖ λέγειν; -
καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν
ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος
ἀλλ’ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ’ εὐπιθὴς ἐμοὶ
830



  γλώσσης ματαίας μὴ ‘κβάλῃς ἔπη χθονί
καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.
κοίμα κελαινοῦ κύματος πικρὸν μένος
ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·
πολλῆς δὲ χώρας τῆσδε τἀκροθίνια
835





ΧΟ.
θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
ἔχουσ’ ἐς αἰεὶ τόνδ’ ἐπαινέσεις λόγον.
ἐμὲ παθεῖν τάδε, φεῦ, [στρ. β.
ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν,
ἀτίετον, φεῦ, μύσος.
840



  πνέω τοι μένος ἅπαντά τε κότον.
οἰοῖ δᾶ, φεῦ.
τίς μ’ ὑποδύεται πλευράς, [τίς] ὀδύνα
θυμόν; ἄιε, μᾶτερ
845





Αθ.
Νύξ· ἀπὸ γὰρ τιμᾶν δαναιᾶν με θεῶν
δυσπάλαμοι παρ’ οὐδὲν ἦραν δόλοι.
ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
καὶ τῷ μὲν [εἶ] σὺ κάρτ’ ἐμοῦ σοφωτέρα,
850



  φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
ὑμεῖς δ’ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
γῆς τῆσδ’ ἐρασθήσεσθε· προυννέπω τάδε.
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
855



  ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
τεύξῃ παρ’ ἀνδρῶν καὶ γυναικείων στόλων
ὅσ’ ἂν παρ’ ἄλλων οὔποτ’ ἂν σχέθοις βροτῶν.
σὺ δ’ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
μήθ’ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
860



  νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
μήτ’, ἐξελοῦσ’ ὡς καρδίαν ἀλεκτόρων,
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
865



  ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·
ἐνοικίου δ’ ὄρνιθος οὐ λέγω μάχην.
τοιαῦθ’ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
870



ΧΟ. ἐμὲ παθεῖν τάδε, φεῦ, [ἀντ. β.
ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν,
ἀτίετον, φεῦ, μύσος.
πνέω τοι μένος ἅπαντά τε κότον.
οἰοῖ δᾶ, φεῦ.
875


  τίς μ’ ὑποδύεται πλευράς, [τίς] ὀδύνα
θυμόν; ἄιε, μᾶτερ
Νύξ· ἀπὸ γὰρ τιμᾶν δαναιᾶν με θεῶν
880




Αθ.
δυσπάλαμοι παρ’ οὐδὲν ἦραν δόλοι.
οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
ὡς μήποτ’ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
ἄτιμος ἔρρειν τοῦδ’ ἀπόξενος πέδου.
885



  ἀλλ’ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,
γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον -
σὺ δ’ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
οὔ τἂν δικαίως τῇδ’ ἐπιρρέποις πόλει
μῆνίν τιν’ ἢ κότον τιν’ ἢ βλάβην στρατῷ.
890





ΧΟ.
Αθ.
ΧΟ.
ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.
ἄνασσ’ Ἀθάνα, τίνα με φῂς ἔχειν ἕδραν;
πάσης ἀπήμον’ οἰζύος· δέχου δὲ σύ.
καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;
895



Αθ.
ΧΟ.

Αθ.
ΧΟ.

Αθ.
ὡς μή τιν’ οἶκον εὐθενεῖν ἄνευ σέθεν.
σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;
ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
900



ΧΟ.
Αθ.
ΧΟ.

Αθ.
θέλξειν μ’ ἔοικας καὶ μεθίσταμαι κότου.
τοιγὰρ κατὰ χθόν’ οὖσ’ ἐπικτήσῃ φίλους.
τί οὖν μ’ ἄνωγας τῇδ’ ἐφυμνῆσαι χθονί;
ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου,
905



  ἐξ οὐρανοῦ τε, κἀνέμων ἀήματα
εὐηλίως πνέοντ’ ἐπιστείχειν χθόνα·
καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον
ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,
καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
910



  τῶν δ’ εὐσεβούντων ἐκφορωτέρα πέλοις.
στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,
τὸ τῶν δικαίων τῶνδ’ ἀπένθητον γένος.
τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ’ ἐγὼ
πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
915




ΧΟ.
τήνδ’ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
δέξομαι Παλλάδος ξυνοικίαν, [στρ. α.
οὐδ’ ἀτιμάσω πόλιν,
τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
φρούριον θεῶν νέμει,
ῥυσίβωμον Ἑλλά-
920



  νων ἄγαλμα δαιμόνων·
ᾇτ’ ἐγὼ κατεύχομαι
θεσπίσασα πρευμενῶς
ἐπισσύτους βίου τύχας
ὀνησίμους
925





Αθ.
γαίας † ἐξαμβρόσαι
φαιδρὸν ἁλίου σέλας.
τάδ’ ἐγὼ προφρόνως τοῖσδε πολίταις
πράσσω, μεγάλας καὶ δυσαρέστους
δαίμονας αὐτοῦ κατανασσαμένη.
930



  πάντα γὰρ αὗται τὰ κατ’ ἀνθρώπους
ἔλαχον διέπειν.
ὅ γε μὴν κύρσας βαρεῶν τούτων,
οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου
τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
935






ΧΟ.
πρὸς τάσδ’ ἀπάγει, σιγῶν <δ’> ὄλεθρος
καὶ μέγα φωνοῦντ’
ἐχθραῖς ὀργαῖς ἀμαθύνει.
δενδροπήμων δὲ μὴ πνέοι βλάβα - [ἀντ. α.
τὰν ἐμὰν χάριν λέγω -
φλογμοὺς ὀμματοστερεῖς φυτῶν, τὸ
940



  μὴ περᾶν ὅρον τόπων,
μηδ’ ἄκαρπος αἰα-
νὴς ἐφερπέτω νόσος,
μῆλά τ’ εὐθενοῦντα Πὰν
ξὺν διπλοῖσιν ἐμβρύοις
945







Αθ.
τρέφοι χρόνῳ τεταγμένῳ·
γόνος <δὲ γᾶς>
πλουτόχθων ἑρμαίαν
δαιμόνων δόσιν τίοι.
ἦ τάδ’ ἀκούετε, πόλεως φρούριον,
οἷ’ ἐπικρανεῖ;
950



  μέγα γὰρ δύναται πότνι’ Ἐρινὺς
παρά τ’ ἀθανάτοις τοῖς θ’ ὑπὸ γαῖαν,
περί τ’ ἀνθρώπων φανέρ’ ὡς τελέως
διαπράσσουσιν, τοῖς μὲν ἀοιδάς,
τοῖς δ’ αὖ δακρύων
955




ΧΟ.
βίον ἀμβλωπὸν παρέχουσαι.
ἀνδροκμῆτας δ’ ἀώ- [στρ. β.
ρους ἀπεννέπω τύχας,
νεανίδων τ’ ἐπηράτων
960



  ἀνδροτυχεῖς βιότους δότε, κύρι’ ἔχοντες,
θεαί τ’ ὦ Μοῖραι
ματροκασιγνῆται,
δαίμονες ὀρθονόμοι,
παντὶ δόμῳ μετάκοινοι,
965






Αθ.
παντὶ χρόνῳ δ’ ἐπιβριθεῖς,
ἐνδίκοις ὁμιλίαις
πάντᾳ τιμιώταται θεῶν.
τάδε τοι χώρᾳ τἠμῇ προφρόνως
ἐπικραινομένων
970



  γάνυμαι· στέργω δ’ ὄμματα Πειθοῦς,
ὅτι μοι γλῶσσαν καὶ στόμ’ ἐπώπα
πρὸς τάσδ’ ἀγρίως ἀπανηναμένας·
ἀλλ’ ἐκράτησε Ζεὺς ἀγοραῖος·
νικᾷ δ’ ἀγαθῶν
975




ΧΟ.
ἔρις ἡμετέρα διὰ παντός.
τὰν δ’ ἄπληστον κακῶν [ἀντ. β.
μήποτ’ ἐν πόλει στάσιν
τᾷδ’ ἐπεύχομαι βρέμειν.
980



  μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν
δι’ ὀργὰν ποινᾶς
ἀντιφόνους ἄτας
ἁρπαλίσαι πόλεως.
χάρματα δ’ ἀντιδιδοῖεν
985






Αθ.
κοινοφιλεῖ διανοίᾳ,
καὶ στυγεῖν μιᾷ φρενί.
πολλῶν γὰρ τόδ’ ἐν βροτοῖς ἄκος.
ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς
ὁδὸν εὑρίσκειν;
990



  ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις
τάσδε γὰρ εὔφρονας εὔφρονες ἀεὶ
μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
ὀρθοδίκαιον
995




ΧΟ.
πρέψετε πάντως διάγοντες.
<χαίρετε,> χαίρετ’ ἐν αἰσιμίαισι πλούτου. [στρ. γ.
χαίρετ’ ἀστικὸς λεώς,
ἴκταρ ἥμενοι Διός,
παρθένου φίλας φίλοι
1000






Αθ.
σωφρονοῦντες ἐν χρόνῳ.
Παλλάδος δ’ ὑπὸ πτεροῖς
ὄντας ἅζεται πατήρ.
χαίρετε χὐμεῖς· προτέραν δ’ ἐμὲ χρὴ
στείχειν θαλάμους
1005



  ἀποδείξουσαν πρὸς φῶς ἱερὸν
τῶνδε προπομπῶν. ἴτε καὶ σφαγίων
τῶνδ’ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι
τὸ μὲν ἀτηρὸν χωρὶς κατέχειν,
τὸ δὲ κερδαλέον
πέμπειν πόλεως ἐπὶ νίκῃ.
1010







ΧΟ.
ὑμεῖς δ’ ἡγεῖσθε, πολισσοῦχοι
παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.
εἴη δ’ ἀγαθῶν
ἀγαθὴ διάνοια πολίταις.
χαίρετε, χαίρετε δ’ αὖθις, ἐπεὶ διπλοίζω, [ἀντ. γ.
1015



  πάντες οἱ κατὰ πτόλιν,
δαίμονές τε καὶ βροτοί·
Παλλάδος πόλιν νέμον-
τες μετοικίαν τ’ ἐμὴν
εὐσεβοῦντες οὔτι μέμ-
1020




Αθ.
ψεσθε συμφορὰς βίου.
αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων
πέμψω τε φέγγει λαμπάδων σελασφόρων
ἐς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους
ξὺν προσπόλοισιν αἵτε φρουροῦσιν βρέτας
1025





  τοὐμόν, δικαίως. ὄμμα γὰρ πάσης χθονὸς
Θησῇδος ἐξίκοιτ’ ἄν, εὐκλεὴς λόχος
παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων,
. . . . . . . .
. . . . . . . .
φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι
τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,
1030

  ὅπως ἂν εὔφρων ἥδ’ ὁμιλία χθονὸς
τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.
  ΠΡΟΠΟΜΠΟΙ


  βᾶτε νόμῳ, μεγάλαι φιλότιμοι [στρ. α.
Νυκτὸς παῖδες ἄπαιδες, ὑπ’ εὐθύφρονι πομπᾷ,
1035



  (εὐφαμεῖτε δέ, χωρῖται.)
γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν, [ἀντ. α.
[καὶ] τιμαῖς καὶ θυσίαις περίσεπται τύχᾳ τε.
(εὐφαμεῖτε δὲ πανδαμεί.)
1040




  ἵλαοι δὲ καὶ εὐθύφρονες γᾷ [στρ. β.
δεῦρ’ ἴτε, Σεμναὶ <θεαί>, πυριδάπτῳ
λαμπάδι τερπόμεναι καθ’ ὁδόν.
(ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.)
† σπονδαὶ δ’ ἐς τὸ πᾶν ἔνδαιδες οἴκων † [ἀντ. β.
1045

  Παλλάδος ἀστοῖς· Ζεὺς <ὁ> πανόπτας
οὕτω Μοῖρά τε συγκατέβα.
(ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.)
     
     

Homepage | Inhalt | Klassen | Hellas 2000 | Stilistik | Latein | Lat.Textstellen | Griechisch | Griech.TextstellenGriech.Online-WörterbuchBeta-Converter | Varia | Mythologie | Ethik | Links | Literaturabfrage | Feedback

Suche unterstützt von FreeDind

Site Map
Neu ist

Stand: 17.11.03

Valid HTML 4.01! Site-Suche mitGoogle

bottom