Nostri consocii (Google, Affilinet) crustulis memorialibus utuntur. Concedis, si legere pergis.
top

Aischylos

Choephoren - ΧΟΗΦΟΡΟΙ

griechisch

sagsin.jpg (1095 Byte) sagdex.jpg (1082 Byte)
   
     
  ΟΡΕΣΤΗΣ
1


  Ἑρμῆ χθόνιε, πατρῷ' ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ' αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
. . . . . . .
τύμβου δ' ἐπ' ὄχθῳ τῷδε κηρύσσω πατρὶ
5



  κλύειν, ἀκοῦσαι. . . . .
. . . . . . .
. . . πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
. . . . . . .
οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
οὐδ' ἐξέτεινα χεῖρ' ἐπ' ἐκφορᾷ νεκροῦ.
. . . . . . .

10



  τί χρῆμα λεύσσω; τίς ποθ' ἥδ' ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
ἢ πατρὶ τὠμῷ τάσδ' ἐπεικάσας τύχω
15



  χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτ' ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
20

  Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
  ΧΟΡΟΣ


  ἰαλτὸς ἐκ δόμων ἔβαν [στρ. α.
χοᾶν προπομπὸς ὀξύχειρι σὺν κόπῳ.
πρέπει παρῂς φοίνισσ' ἀμυγμοῖς
25



  ὄνυχος ἄλοκι νεοτόμῳ,
δι' αἰῶνος δ' ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ' ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ' ἄλγεσιν,
30



  πρόστερνοι στολμοὶ πέπλων ἀγελάστοις
ξυμφοραῖς πεπληγμένων.
τορὸς γὰρ [Φοῖβος] ὀρθόθριξ δόμων [ἀντ. α.
ὀνειρόμαντις, ἐξ ὕπνου κότον πνέων,
ἀωρόνυκτον ἀμβόαμα
35



  μυχόθεν ἔλακε περὶ φόβῳ,
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων,
κριταί <τε> τῶνδ' ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
40



  μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως
τοῖς κτανοῦσί τ' ἐγκοτεῖν.
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, [στρ. β.
ἰὼ γαῖα μαῖα,
45



  μωμένα μ' ἰάλλει
δύσθεος γυνά. φοβοῦ-
μαι δ' ἔπος τόδ' ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία,
50



  ἰὼ κατασκαφαὶ δόμων.
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτᾶν θανάτοισι.
55



  σέβας δ' ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν [ἀντ. β.
δι' ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δ' εὐτυχεῖν,
60



  τόδ' ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
ῥοπὴ δ' ἐπισκοτεῖ δίκας
ταχεῖα τοῖς μὲν ἐν φάει,
τὰ δ' ἐν μεταιχμίῳ σκότου
† μένει χρονίζοντ' ἄχη βρύει †
65



  τοὺς δ' ἄκραντος ἔχει νύξ.
δι' αἵματ' ἐκποθένθ' ὑπὸ χθονὸς τροφοῦ [στρ. γ.
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς ἄτη διαφέρει
τὸν αἴτιον παναρκέτας νόσου βρύειν
70



  [τοὺς δ' ἄκραντος ἔχει νύξ].
θιγόντι δ' οὔτι νυμφικῶν ἑδωλίων [ἀντ. γ.
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
† βαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.
75



  ἐμοὶ δ' [ἀνάγκαν γὰρ ἀμφίπτολιν [ἐπῳδ.
θεοὶ προσήνεγκαν· ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν [μ'] ἐσάγαγον
αἶσαν] δίκαια καὶ μὴ δίκαια,
† πρέποντ' ἀρχὰς βίου,
80


  βίᾳ φερομένων, † αἰνέσαι, πικρὸν φρενῶν
στύγος κρατούσῃ. δακρύω δ' ὑφ' εἱμάτων ματαί-
οισι δεσποτᾶν τύχαις,
κρυφαίοις πένθεσιν παχνουμένη.
  ΗΛΕΚΤΡΑ
  δμῳαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
85




  ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον' εἴπω, πῶς κατεύξωμαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90



  γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
τῶνδ' οὐ πάρεστι θάρσος, οὐδ' ἔχω τί φῶ
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἴσ' ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95



  στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
ἢ σῖγ' ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ' ἐκχέασα, γάποτον χύσιν,
στείχω, καθάρμαθ' ὥς τις ἐκπέμψας, πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
100



  τῆσδ' ἔστε βουλῆς, ὦ φίλαι, μεταίτιαι·
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ' ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ' ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
105




ΧΟ.

Ηλ.
ΧΟ.
λέγοις ἄν, εἴ τι τῶνδ' ἔχεις ὑπέρτερον.
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
φθέγγου χέουσα σεμνά· τοῖσιν εὔφροσιν -
110



Ηλ.
ΧO.
Ηλ.
ΧΟ.
Ηλ.
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
ἐμοί τε καὶ σοί τἄρ' ἐπεύξομαι τάδε.
αὐτὴ σὺ ταῦτα μανθάνουσ' ἤδη φράσαι.
τίν' οὖν ἔτ' ἄλλον τῇδε προστιθῶ στάσει;
115



ΧO.
Ηλ.
ΧO.
Ηλ.
ΧO.
μέμνησ' Ὀρέστου, κεἰ θυραῖός ἐσθ' ὅμως.
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
τοῖς αἰτίοις νυν τοῦ φόνου μεμνημένη -
τί φῶ; δίδασκ' ἄπειρον ἐξηγουμένη.
ἐλθεῖν τιν' αὐτοῖς δαίμον' ἢ βροτῶν τινα -
120



Ηλ.
ΧO.
Ηλ.
ΧO.
Ηλ.
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
ἁπλωστὶ φράζους', ὅστις ἀνταποκτενεῖ.
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
πῶς δ' οὔ, τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, [165]
<ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
125



  τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται
θρέψασά τ' αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας νεκροῖς
130



  λέγω καλοῦσα πατέρ'· Ἐποίκτιρόν τ' ἐμέ,
φίλον τ' Ὀρέστην φῶς ἄναψον ἐν δόμοις.
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ' ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
135



  κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
φεύγων Ὀρέστης ἐστίν, οἱ δ' ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δ' Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
140



  αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι χεῖρά τ' εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ' ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
145



  ταῦτ' ἐν μέσῳ τίθημι τῆς κακῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.
τοιαῖσδ' ἐπ' εὐχαῖς τάσδ' ἐπισπένδω χοάς.
150





ΧΟ.
ὑμᾶς δὲ κωκυτοῖς' ἐπανθίζειν νόμος,
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ,
πρὸς ἔρυμα τόδε κεδνῶν κακῶν τ'
155



  ἀπότροπον, ἄγος ἀπεύχετον,
κεχυμένων χοᾶν. κλύε δέ μοι, σέβας,
κλύ', ὦ δέσποτ', ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοῖ,
160







El.

ἰώ, τίς δορυσθενὴς [εἶσ'] ἀνήρ,
ἀναλυτὴρ δόμων, Σκύθην τ' ἐν χεροῖν
[παλίντον' ἐν ἔργῳ βέλη] πιπάλλων Ἄρη
σχέδιά τ' αὐτόκωπα νωμῶν βέλη;
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·

166



ΧO.
Ηλ.
ΧO.
νέου δὲ μύθου τοῦδε κοινωνήσατε.
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ·
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
τίνος ποτ' ἀνδρὸς ἢ βαθυζώνου κόρης;
170



Ηλ.
ΧO.
Ηλ.
ΧO.
Ηλ.
εὐξύμβολον τόδ' ἐστὶ παντὶ δοξάσαι.
πῶς οὖν παλαιὰ παρὰ νεωτέρας μάθω;
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
καὶ μὴν ὅδ' ἐστὶ κάρτ' ἰδεῖν ὁμόπτερος -
175



ΧO.
Ηλ.
ΧO.
Ηλ.
ΧO.
ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
μάλιστ' ἐκείνου βοστρύχοις προσείδεται.
καὶ πῶς ἐκεῖνος δεῦρ' ἐτόλμησεν μολεῖν;
180



Ηλ.
ΧO.


Ηλ.
ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.
οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
κἀμοὶ προσέστη καρδίᾳ κλυδώνιον
χολῆς, ἐπαίθην δ' ὡς διανταίῳ βέλει·
185



  ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
σταγόνες ἄφαρκτοι δυσχίμου πλημυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν' ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ' οὐδὲ μήν νιν ἡ κτανοῦσ’ ἐκείρατο,
190



  ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δ' ὅπως μὲν ἄντικρυς τάδ' αἰνέσω,
εἶναι τόδ' ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου - σαίνομαι δ' ὑπ' ἐλπίδος.
φεῦ.
195



  εἴθ' εἶχε φωνὴν ἔμφρον' ἀγγέλου δίκην,
ὅπως δίφροντις οὖσα μὴ 'κινυσσόμην,
ἀλλ' ἢ σάφ' ᾔνει τόνδ' ἀποπτύσαι πλόκον,
εἴπερ γ' ἀπ' ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοί,
200



  ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
ἀλλ' εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθ'· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ' ἂν σπέρματος μέγας πυθμήν.
205



  καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
ποδῶν ὅμοιοι τοῖς τ' ἐμοῖσιν ἐμφερεῖς.
καὶ γὰρ δύ' ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ' ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θ' ὑπογραφαὶ μετρούμεναι
210

  εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
πάρεστι δ' ὠδὶς καὶ φρενῶν καταφθορά.
  ΟΡΕΣΤΗΣ




Ηλ.
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
215



Ορ.
Ηλ.
Ορ.
Ηλ.
Ορ.
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
σύνοιδ' Ὀρέστην πολλά σ’ ἐκπαγλουμένην.
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
ὅδ' εἰμί· μὴ μάτευ' ἐμοῦ μᾶλλον φίλον.
220



Ηλ.
Ορ.
Ηλ.
Ορ.
Ηλ.
ἀλλ' ἦ δόλον τιν', ὦ ξέν', ἀμφί μοι πλέκεις;
αὐτὸς κατ' αὐτοῦ τἄρα μηχανορραφῶ.
ἀλλ' ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις;
κἀν τοῖς ἐμοῖς ἄρ', εἴπερ ἔν γε τοῖσι σοῖς.
ὡς ὄντ' Ὀρέστην τἄρ' ἐγώ σε προὐννέπω;
225



Ορ. αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·
κουρὰν δ' ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἰχνοσκοποῦσά τ' ἐν στίβοισι τοῖς ἐμοῖς [228]
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ. [227]
σκέψαι, τομῇ προσθεῖσα βόστρυχον τριχός, [230]
230



  σαυτῆς ἀδελφοῦ σύμμετρον τῷ σῷ κάρᾳ. [229]
ἰδοῦ δ' ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
σπάθης τε πληγάς, ἒν δὲ θήρειον γραφήν -
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ 'κπλαγῇς φρένας·
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
235



Ηλ. ὦ φίλτατον μέλημα δώμασιν πατρός,
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμ' ἀνακτήσῃ πατρός.
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί, προσαυδᾶν δ' ἔστ' ἀναγκαίως ἔχον
240



  πατέρα σε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
στέργηθρον - ἡ δὲ πανδίκως ἐχθαίρεται -
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
πιστὸς δ' ἀδελφὸς ἦσθ', ἐμοὶ σέβας φέρων
μόνος· . . . . . .
<μόνον> Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
245




Ορ.
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό μοι.
Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης. τοὺς δ' ἀπωρφανισμένους
250



  νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ', Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
255



  καίτοι θυτῆρος καί σε τιμῶντος μέγα
πατρὸς νεοσσοὺς τούσδ' ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτ' αἰετοῦ γένεθλ' ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματ' εὐπειθῆ βροτοῖς·
260







ΧΟ.
οὔτ' ἀρχικός σοι πᾶς ὅδ' αὐανθεὶς πυθμὴν
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμιζ', ἀπὸ σμικροῦ δ' ἂν ἄρειας μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
265







Ορ.
σιγᾶθ', ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
γλώσσης χάριν δὲ πάντ' ἀπαγγελεῖ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ' ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
οὔτοι προδώσει Λοξίου μεγασθενὴς
270



  χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφ' ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους
τρόπον τὸν αὐτόν, ἀνταποκτεῖναι λέγων,
275



  ἀποχρημάτοισι ζημίαις ταυρούμενον
αὐτὸν δ' ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μ' ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε τάσδε νῷν νόσους,
280



  σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις,
λιχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδ' ἐπαντέλλειν νόσῳ·
ἄλλας τ' ἐφώνει προσβολὰς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
. . . . . . .
285



  ὁρῶντα λαμπρόν, ἐν σκότῳ νωμῶντ' ὀφρύν,
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
κινεῖ ταράσσει καὶ διωκάθει πόλεως
290



  χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ' ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν· δέχεσθαι <δ'> οὔτε συλλύειν τινά,
295



  πάντων δ' ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ' ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
300



  θεοῦ τ' ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδ' ὑπηκόους πέλειν.
305




ΧΟ.
θήλεια γὰρ φρήν· † εἰ δὲ μή, τάχ' εἴσεται.
ἀλλ' ὦ μεγάλαι Μοῖραι, Διόθεν
τῇδε τελευτᾶν,
ᾗ τὸ δίκαιον μεταβαίνει.
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
310



  γλῶσσα τελείσθω· τοὐφειλόμενον
πράσσουσα Δίκη μέγ' ἀυτεῖ·
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
πληγὴν τινέτω. δράσαντα παθεῖν,
τριγέρων μῦθος τάδε φωνεῖ.
315



Ορ. ὦ πάτερ αἰνόπατερ, τί σοι [στρ. α.
φάμενος ἢ τί ῥέξας
τύχοιμ' ἂν ἕκαθεν οὐρίσας,
ἔνθα σ’ ἔχουσιν εὐναί,
σκότῳ φάος ἀντίμοιρον;
320






ΧΟ.
χάριτες δ' ὁμοίως
κέκληνται γόος εὐκλεὴς
† προσθοδόμοις Ἀτρείδαις.
τέκνον, φρόνημα τοῦ θανόντος οὐ δαμά- [στρ. β.
325



  ζει πυρὸς μαλερὰ γνάθος,
φαίνει δ' ὕστερον ὀργάς·
ὀτοτύζεται δ' ὁ θνῄσκων,
ἀναφαίνεται δ' ὁ βλάπτων.
πατέρων δὲ καὶ τεκόντων
330





Ηλ.
γόος ἔνδικος ματεύει,
τὸ πᾶν ἀμφιλαφὴς ταραχθείς.
κλῦθί νυν, ὦ πάτερ, ἐν μέρει [ἀντ. α.
πολυδάκρυτα πένθη.
δίπαις τοί σ’ ἐπιτύμβιος
335



  θρῆνος ἀναστενάζει.
τάφος δ' ἱκέτας δέδεκται
φυγάδας θ' ὁμοίως.
τί τῶνδ' εὖ, τί δ' ἄτερ κακῶν;
οὐκ ἀτρίακτος ἄτα;
340



ΧΟ. ἀλλ' ἔτ' ἂν ἐκ τῶνδε θεὸς χρῄζων
θείη κελάδους εὐφθογγοτέρους·
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὼν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
345



Ορ. εἰ γὰρ ὑπ' Ἰλίῳ [στρ. γ.
πρός τινος Λυκίων, πάτερ,
δορίτμητος κατηναρίσθης·
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισιν
τέκνων τ' ἐν κελεύθοις
350







ΧΟ.
ἐπιστρεπτὸν αἰῶ
κτίσσας πολύχωστον ἂν εἶχες
τάφον διαποντίου γᾶς,
δώμασιν εὐφόρητον -
φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦ- [ἀντ. β.
355



  σιν, κατὰ χθονὸς ἐμπρέπων
σεμνότιμος ἀνάκτωρ,
πρόπολός τε τῶν μεγίστων
χθονίων ἐκεῖ τυράννων·
360






Ηλ.
βασιλεὺς γὰρ ἦσθ', ὄφρ' ἔζης,
μόριμον λάχος πιπλάντων
χεροῖν πεισιβρότῳ τε βάκτρῳ.
μηδ' ὑπὸ Τρωίας [ἀντ. γ.
τείχεσι φθίμενος, πάτερ,
365



  μετ' ἄλλῳ δουρικμῆτι λαῷ
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι·
πάρος δ' οἱ κτανόντες
νιν οὕτως δαμῆναι,
<ἵν' ἦν> θανατηφόρον αἶσαν
370





ΧΟ.
πρόσω τινὰ πυνθάνεσθαι
τῶνδε πόνων ἄπειρον.
ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
μείζονα φωνεῖς· δύνασαι γάρ.
375



  ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
χέρες οὐχ ὅσιαι † στυγερῶν τούτων·
παισὶ δὲ μᾶλλον γεγένηται.
380



Ορ. τοῦτο διαμπερὲς οὖς [στρ. δ.
ἵκεθ' ἅπερ τε βέλος.
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
ὑστερόποινον ἄταν,
βροτῶν τλάμονι καὶ πανούργῳ
385




ΧΟ.
χειρί, τοκεῦσι δ' ὅμως τελεῖται.
ἐφυμνῆσαι γένοιτό μοι πυκά- [στρ. ε.
εντ' ὀλολυγμὸν ἀνδρὸς
θεινομένου, γυναικός τ'
ὀλλυμένας· τί γὰρ κεύ-
θω † φρενὸς θεῖον ἔμπας †
390






Ηλ.
ποτᾶται, πάροιθεν δὲ πρῴρας
δριμὺς ἄηται κραδίας
θυμός, ἔγκοτον στύγος.
καὶ πότ' ἂν ἀμφιθαλὴς [ἀντ. δ.
395



  Ζεὺς ἐπὶ χεῖρα βάλοι,
φεῦ φεῦ, κάρανα δαίξας;
πιστὰ γένοιτο χώρᾳ.
δίκαν [δ'] ἐξ ἀδίκων ἀπαιτῶ.
κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
400



ΧΟ. ἀλλὰ νόμος μὲν φονίας σταγόνας
χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
αἷμα· βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
παρὰ τῶν πρότερον φθιμένων ἄτην
ἑτέραν ἐπάγουσαν ἐπ' ἄτῃ.
405



Ορ. πόποι δᾶ νερτέρων τυραννίδες, [στρ. ζ.
ἴδετε πολυκρατεῖς ἀραὶ φθινομένων,
ἴδεσθ' Ἀτρειδᾶν τὰ λοίπ' ἀμηχάνως
ἔχοντα καὶ δωμάτων ἄτιμα. πᾶ
τις τράποιτ' ἄν, ὦ Ζεῦ;
410



ΧΟ. πέπαλται δαὖτέ μοι φίλον κέαρ [ἀντ. ε.
τόνδε † κλύουσαν οἶκτον.
καὶ τότε μὲν δύσελπις,
σπλάγχνα δέ μοι κελαινοῦ-
ται πρὸς ἔπος κλυούσᾳ.
415






Ηλ.
ὅταν δ' αὖτ' ἐπαλκῆ σ’ ὁρῶ, ῥεῖ'
<ἐλπίς> ἀπέστασεν ἄχος
† πρὸς τὸ φανεῖσθαι † μοι καλῶς.
τί δ' ἂν φάντες τύχοιμεν; ἢ τάπερ [ἀντ. ζ.
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
420






ΧΟ.
πάρεστι σαίνειν, τὰ δ' οὔτι θέλγεται.
λύκος γὰρ ὥστ' ὠμόφρων ἄσαντος ἐκ
ματρός ἐστι θυμός.
ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας [στρ. η.
νόμοις ἰηλεμιστρίας,
425







Ηλ.
ἀπρικτόπληκτα πολυπάλακτα δ' ἦν ἰδεῖν
ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα,
ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ' ἐπιρροθεῖ
κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
ἰὼ ἰὼ δαία [στρ. θ.
430







Ορ.
πάντολμε μᾶτερ, δαίαις ἐν ἐκφοραῖς
ἄνευ πολιτᾶν ἄνακτ',
ἄνευ δὲ πενθημάτων
ἔτλης ἀνοίμωκτον ἄνδρα θάψαι.
τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι. [στρ. ι.
435







ΧΟ.
πατρὸς δ' ἀτίμωσιν ἆρα τείσει,
ἕκατι μὲν δαιμόνων,
ἕκατι δ' ἀμᾶν χερῶν.
ἔπειτ' ἐγὼ νοσφίσας ὀλοίμαν.
ἐμασχαλίσθη δέ γ', ὡς τόδ' εἰδῇς, [ἀντ. ι.
440







Ηλ.
ἔπρασσε δ' ἅπερ νιν ὧδε θάπτει,
μόρον κτίσαι μωμένα
ἄφερτον αἰῶνι σῷ.
κλύεις πατρῴους δύας ἀτίμους.
λέγεις πατρῷον μόρον· ἐγὼ δ' ἀπεστάτουν [ἀντ. η.
445



  ἄτιμος, οὐδὲν ἀξία.
μυχῷ δ' ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
450




ΧΟ.
τοιαῦτ' ἀκούων ἐν φρεσὶν γράφου, [πάτερ.
γράφου·] δι' ὤτων δὲ συν- [ἀντ. θ.
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ' αὐτὸς ὀργᾷ μαθεῖν.
455




Ορ.
Ηλ.
ΧΟ.
πρέπει δ' ἀκάμπτῳ μένει καθήκειν.
σέ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις. [στρ. κ.
ἐγὼ δ' ἐπιφθέγγομαι κεκλαυμένα.
στάσις δὲ πάγκοινος ἅδ' ἐπιρροθεῖ·
ἄκουσον ἐς φάος μολών,
460




Ορ.
Ηλ.
ΧΟ.
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα. [ἀντ. κ.
ἰὼ θεοί, κραίνετ' ἐνδίκως [λιτάς].
τρόμος μ' ὑφέρπει κλύουσαν εὐγμάτων.
τὸ μόρσιμον μένει πάλαι,
465



  εὐχομένοις δ' ἂν ἔλθοι.
- ὦ πόνος ἐγγενὴς [στρ. λ.
καὶ παράμουσος ἄτας
αἱματόεσσα πλαγά.
ἰὼ δύστον' ἄφερτα κήδη·
470



  ἰὼ δυσκατάπαυστον ἄλγος.
- δώμασιν ἔμμοτον [ἀντ. λ.
τῶνδ' ἄκος, οὐδ' ἀπ' ἄλλων
ἔκτοθεν, ἀλλ' ἀπ' αὐτῶν,
δι' ὠμὰν ἔριν αἱματηράν.
475







Ορ.

θεῶν <τῶν> κατὰ γᾶς ὅδ' ὕμνος.
- ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
τῆσδε κατευχῆς πέμπετ' ἀρωγὴν
παισὶν προφρόνως ἐπὶ νίκῃ.
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,

480




Ηλ.

Ορ.
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
κἀγώ, πάτερ, τοιάδε· σοῦ χρεία μ' ἔχει
† φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ † . . .
οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατ'· εἰ δὲ μή, παρ' εὐδείπνοις ἔσῃ
485




Ηλ.


Ορ.
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
ὦ γαῖ', ἄνες μοι πατέρ' ἐποπτεῦσαι μάχην.
490



Ηλ.
Ορ.
Ηλ.
Ορ.
Ηλ.
ὦ Περσέφασσα, δὸς δέ γ' εὔμορφον κράτος.
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
μέμνησο δ' ἀμφίβληστρον ὡς ἐκαίνισαν -
πέδαις δ' ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ -
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
495



Ορ.
Ηλ.
Ορ.
ἆρ' ἐξεγείρῃ τοῖσδ' ὀνείδεσιν, πάτερ;
ἆρ' ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ' ἀντινικῆσαι θέλεις.
500



Ηλ.


Ορ.
καὶ τῆσδ' ἄκουσον λοισθίου βοῆς, πάτερ·
ἰδὼν νεοσσοὺς τούσδ' ἐφημένους τάφῳ,
οἴκτιρε θῆλυν ἄρσενός θ' ὁμοῦ γόον.
καὶ μὴ 'ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε,
οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών.
505






Ηλ.
[παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
θανόντι· φελλοὶ δ' ὣς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.]
ἄκου', ὑπὲρ σοῦ τοιάδ' ἔστ' ὀδύρματα,
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
510



ΧΟ.



Ορ.
καὶ μὴν ἀμεμφῆ τόνδ' ἐτείνατον λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ' ἄλλ', ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
ἔσται· πυθέσθαι δ' οὐδέν ἐστ' ἔξω δρόμου,
515



  πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσ’ ἀνήκεστον πάθος;
θανόντι δ' οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ'· οὐκ ἔχοιμ' ἂν εἰκάσαι τάδε
τὰ δῶρα, μείω δ' ἐστὶ τῆς ἁμαρτίας.
520






ΧΟ.
τὰ πάντα γάρ τις ἐκχέας ἀνθ' αἵματος
ἑνός - μάτην ὁ μόχθος· ὧδ' ἔχει λόγος.
θέλοντι δ', εἴπερ οἶσθ', ἐμοὶ φράσον τάδε.
οἶδ', ὦ τέκνον, παρῆ γάρ· ἔκ τ' ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525




Ορ.
ΧΟ.
Ορ.
ΧΟ.
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ' ὀρθῶς φράσαι;
τεκεῖν δράκοντ' ἔδοξεν, ὡς αὐτὴ λέγει.
καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
530



Ορ.
ΧΟ.
Ορ.
ΧΟ.
Ορ.
τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
αὐτὴ προσέσχε μαστὸν ἐν τὠνείρατι.
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
ὥστ' ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
535



ΧΟ. ἡ δ' ἐξ ὕπνου κέκλαγεν ἐπτοημένη.
πολλοὶ δ' ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει δ' ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
540



Ορ. ἀλλ' εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτ' ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐπ' ἀμὰ σπάργαν' † ἠπλείζετο,
545



  καὶ μαστὸν ἀμφέχασκ' ἐμὸν θρεπτήριον,
θρόμβῳ τ' ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δ' ἀμφὶ τάρβει τῷδ' ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ' ἐγὼ
550




ΧΟ.


Ορ.
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
τερασκόπον δὴ τῶνδέ σ’ αἱροῦμαι πέρι,
γένοιτο δ' οὕτως. τἄλλα δ' ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
555



  αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλῳ γε καὶ ληφθῶσιν, ἐν ταὐτῷ βρόχῳ
θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
560



  ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
ἥξω σὺν ἀνδρὶ τῷδ' ἐφ' ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
565



  καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
δέξαιτ', ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
μενοῦμεν οὕτως ὥστ' ἐπεικάζειν τινὰ
δόμοις παραστείχοντα καὶ τάδ' ἐννέπειν·
"τί δὴ πύλῃσι τὸν ἱκέτην ἀπείργεται
570



  Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;"
εἰ δ' οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μ' οἱ κατὰ στόμα
ἐρεῖ, σάφ' ἴσθι, καὶ κατ' ὀφθαλμοὺς καλεῖν,
575



  πρὶν αὐτὸν εἰπεῖν "ποδαπὸς ὁ ξένος;" νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δ' Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
580



  ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
ὑμῖν δ' ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θ' ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δ' ἄλλα τούτῳ δεῦρ' ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
585



ΧΟ. πολλὰ μὲν γᾶ τρέφει [στρ. α.
δεινὰ δειμάτων ἄχη,
πόντιαί τ' ἀγκάλαι κνωδάλων
ἀνταίων βρύουσι, [πλά-
θουσι] βλαστοῦσι καὶ πεδαίχμιοι
590



  λαμπάδες πεδάοροι,
πτανά τε καὶ πεδοβάμονα κἀνεμόεντ' ἂν
αἰγίδων φράσαι κότον.
ἀλλ' ὑπέρτολμον ἀν- [ἀντ. α.
595



  δρὸς φρόνημα τίς λέγοι
καὶ γυναικῶν φρεσὶν τλημόνων
παντόλμους ἔρωτας, ἄ-
ταισι συννόμους βροτῶν;
συζύγους δ' ὁμαυλίας
600



  θηλυκρατὴς ἀπέρωτος ἔρως παρανικᾷ
κνωδάλων τε καὶ βροτῶν.
ἴστω δ' ὅστις οὐχ ὑπόπτερος [στρ. β.
φροντίσιν † δαεὶς
τὰν ἁ παιδολυ-
μὰς τάλαινα Θεστιὰς
605



  μήσατο,
πυρδαῆ τινὰ πρόνοιαν,
καταίθουσα παιδὸς δαφοινὸν
δαλὸν ἥλικ', ἐπεὶ μολὼν
ματρόθεν κελάδησε,
610



  ξύμμετρόν τε διαὶ βίου
μοιρόκραντον ἐς ἦμαρ.
ἄλλαν δ' ἦν τιν' ἐν λόγοις στυγεῖν [ἀντ. β.
φοινίαν Σκύλλαν,
ἅτ' ἐχθρῶν ὕπερ
615



  φῶτ' ἀπώλεσεν φίλον,
Κρητικοῖς
χρυσεοδμήτοισιν ὅρμοις
πιθήσασα, δώροισι Μίνω,
Νῖσον ἀθανάτας τριχὸς
620



  νοσφίσασα προβούλως
πνέονθ' ἁ κυνόφρων ὕπνῳ·
κιγχάνει δέ νιν Ἑρμῆς.
ἐπεὶ δ' ἐπεμνησάμην ἀμειλίχων [στρ. γ.
πόνων - † ἀκαίρως δὲ δυσφιλὲς γαμή-
625



  λευμ' ἀπεύχετον δόμοις
γυναικοβούλους τε μήτιδας φρενῶν
ἐπ' ἀνδρὶ τευχεσφόρῳ
ἐπ' ἀνδρὶ δῄοις ἐπικότω σέβας †
τίων [δ'] ἀθέρμαντον ἑστίαν δόμων,
630



  γυναικείαν ἄτολμον αἰχμάν.
κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον [ἀντ. γ.
λόγῳ· γοᾶται δὲ δημόθεν κατά-
πτυστον· ᾔκασεν δέ τις
τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
635



  θεοστυγήτῳ δ' ἄγει
βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
τί τῶνδ' οὐκ ἐνδίκως ἀγείρω;
τὸ δ' ἄγχι πλευμόνων ξίφος [στρ. δ.
640



  διανταίαν ὀξυπευκὲς οὐτᾷ,
διαὶ Δίκασ - τὸ μὴ θέμισ - [γὰρ οὐ]
λὰξ πέδοι πατουμένας,
τὸ πᾶν Διὸς σέβας παρεκ-
645



  βάντας οὐ θεμιστῶς.
Δίκας δ' ἐρείδεται πυθμήν· [ἀντ. δ.
προχαλκεύει δ' Αἶσα φασγανουργός·
τέκνον δ' ἐπεισφέρει δόμοις
αἱμάτων παλαιτέρων
650





Ορ.
τίνειν μύσος χρόνῳ κλυτὰ
βυσσόφρων Ἐρινύς.
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον; ὦ παῖ, παῖ, μάλ' αὖ, τίς ἐν δόμοις;
655

  τρίτον τόδ' ἐκπέραμα δωμάτων καλῶ,
εἴπερ φιλόξεν' ἐστὶν Αἰγίσθου διαί.
  ΟΙΚΕΤΗΣ



Ορ.
εἶἑν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
660

  τάχυνε δ', ὡς καὶ νυκτὸς ἅρμ' ἐπείγεται
σκοτεινόν, ὥρα δ' ἐμπόρους μεθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος,
γυνὴ † τόπαρχος - ἄνδρα δ' εὐπρεπέστερον·
665


  αἰδὼς γὰρ ἐν λέσχῃσιν οὖσ’ ἐπαργέμους
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ξένοι, λέγοιτ' ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖάπερ δόμοισι τοῖσδ' ἐπεικότα,
670







Ορ.
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
στρωμνή, δικαίων τ' ὀμμάτων παρουσία.
εἰ δ' ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδ' ἐστὶν ἔργον, οἷς κοινώσομεν.
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
675



  στείχοντα δ' αὐτόφορτον οἰκείᾳ σαγῇ
εἰς Ἄργος, ὥσπερ δεῦρ' ἀπεζύγην πόδας,
ἀγνὼς πρὸς ἀγνῶτ' εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ·
680



  "ἐπείπερ ἄλλως, ὦ ξέν', εἰς Ἄργος κίεις,
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτ' Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
εἴτ' οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτ' οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
685



  θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου."
τοσαῦτ' ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690




Κλ.
οὐκ οἶδα· τὸν τεκόντα δ' εἰκὸς εἰδέναι.
οἲ 'γώ, κατ' ἄκρας εἶπας ὡς πορθούμεθα.
ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλ' ἐπωπᾷς κἀκποδὼν εὖ κείμενα,
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη.
695



  φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
καὶ νῦν - Ὀρέστης ἦν γὰρ εὐβούλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα -
νῦν δ' ἥπερ ἐν δόμοισι † βακχίας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, παροῦσαν ἐγγράφει.
700



Ορ. ἐγὼ μὲν οὖν ξένοισιν ὧδ' εὐδαίμοσι
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωτὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
πρὸς δ' εὐσεβείας ἦν ἐμοὶ τόδ' ἐν φρεσίν,
705





Κλ.
τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
καταινέσαντα καὶ κατεξενωμένον.
οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδ' ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δ' ὁμοίως ἦλθεν ἂν τάδ' ἀγγελῶν.
710



  ἀλλ' ἔσθ' ὁ καιρὸς ἡμερεύοντας ξένους
μακρᾶς κελεύθου τυγχάνειν † τὰ πρόσφορα.
ἄγ' αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
ὀπισθόπους τε τούσδε καὶ ξυνεμπόρους·
κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
715







ΧΟ.
αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.
ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
εἶἑν, φίλιαι δμωίδες οἴκων,
720



  πότε δὴ στομάτων
δείξομεν ἰσχὺν ἐπ' Ὀρέστῃ;
ὦ πότνια χθὼν καὶ πότνι' ἀκτὴ
χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι τῷ βασιλείῳ,
725



  νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
ξυγκαταβῆναι, χθόνιον δ' Ἑρμῆν
καὶ τὸν νύχιον τοῖσδ' ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
730



-
ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·
τροφὸν δ' Ὀρέστου τήνδ' ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ' ἄμισθός ἐστί σοι ξυνέμπορος.
  ΤΡΟΦΟΣ
  Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
735



  ὅπως τάχιστ' ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπ' ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται· τὴν δὲ πρὸς μὲν οἰκέτας
θέτο σκυθρωπόν, ἐντὸς ὀμμάτων γέλων
κεύθουσ’ ἐπ' ἔργοις διαπεπραγμένοις καλῶς
740



  κείνῃ - δόμοις δὲ τοῖσδε παγκάκως ἔχει,
φήμης ὕφ', ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ' ἂν πύθηται μῦθον. ὦ τάλαιν' ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745



  ἄλγη δύσοιστα τοῖσδ' ἐν Ἀτρέως δόμοις
τυχόντ' ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα,
ἀλλ' οὔτι πω τοιόνδε πῆμ' ἀνεσχόμην.
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δ' Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
750



  ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη
. . . . . . . .
καὶ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ' ἀνωφέλητ' ἐμοὶ
τλάσῃ - τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
755



  οὐ γάρ τι φωνεῖ παῖς ἔτ' ὢν ἐν σπαργάνοις,
εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ', οἴομαι,
ψευσθεῖσα, παιδὸς σπαργάνων φαιδρύντρια -
760



  κναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ’ Ὀρέστην ἐξεδεξάμην πατρί·
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δ' ἐπ' ἄνδρα τῶνδε λυμαντήριον
765




ΧΟ.
Τρ.
ΧΟ.
Τρ.
οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
ἦ πῶς; λέγ' αὖθις, ὡς μάθω σαφέστερον.
εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
ἄγειν κελεύει δορυφόρους ὀπάονας.
770



ΧΟ.



Τρ.
μή νυν σὺ ταῦτ' ἄγγελλε δεσπότου στύγει·
ἀλλ' αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντων κλύῃ,
ἄνωχθ' ὅσον τάχιστα, γαθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
ἀλλ' ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
775



ΧΟ.
Τρ.
ΧΟ.
Τρ.
ΧΟ.
ἀλλ' εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ;
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
τί φῄς; ἔχεις τι τῶν λελεγμένων δίχα;
ἄγγελλ' ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
780




Τρ.

ΧΟ.
μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
ἀλλ' εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ' ὡς ἄριστα σὺν θεῶν δόσει.
νῦν παραιτουμένᾳ μοι, πάτερ [στρ. α.
Ζεῦ θεῶν Ὀλυμπίων,
785



  δὸς τυχὰς τυχεῖν δόμου
κυρίοις τὰ σώφρον' αὖ
μαιομένοις ἰδεῖν.
διὰ δίκας ἔπος ἅπαν ἔλακον, ὦ
Ζεῦ, σύ νιν φυλάσσοις.
αἰαῖ, πρὸ δὲ δὴ 'χθρῶν [μεσῳδ. α.
790



  τῶν ἔσω μελάθρων,
ὦ Ζεῦ, θές, ἐπεί νιν μέγαν ἄρας
δίδυμα καὶ τριπλᾶ παλίμ-
ποινα θέλων ἀμείψῃ.
ἴσθι δ' ἀνδρὸς φίλου πῶλον εὖ- [ἀντ. α.
795



  νιν ζυγέντ' ἐν ἅρμασιν
πημάτων, [σὺ δ'] ἐν δρόμῳ
προστιθεὶς μέτρον κτίσον
σῳζομένων ῥυθμόν,
διὰ πέδον τοῦτ' ἰδεῖν ἀνομένων
βημάτων ὄρεγμα.
800



  οἵ τ' ἔσω δωμάτων πλουτογα- [στρ. β.
θῆ μυχὸν νομίζετε,
κλῦτε, σύμφρονες θεοί·
ἄγετε . . . .
τῶν πάλαι πεπραγμένων
805



  λύσασθ' αἷμα προσφάτοις δίκαις·
γέρων φόνος μηκέτ' ἐν δόμοις τέκοι.
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων [μεσῳδ. β.
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας φῶς
810



  λαμπρὸν ἰδεῖν φιλίοις
ὄμμασιν <ἐκ> δνοφερᾶς καλύπτρας.
ξυλλάβοι δ' ἐνδίκως παῖς ὁ Μαί- [ἀντ. β.
ας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίσαι θέλων.
815



  ἀλαὰ πολλὰ δ' ἀμφανεῖ χρῄζων [κρυπτά],
ἄσκοπον δ' ἔπος λέγων
νυκτὸς προὐμμάτων σκότον φέρει,
καθ' ἡμέραν δ' οὐδὲν ἐμφανέστερος.
καὶ τότ' ἤδη † πλοῦτον [στρ. γ.
820



  δωμάτων λυτήριον,
θῆλυν οὐριοστάταν
† ὁμοῦ κρεκτὸν γοήτων νόμον
μεθήσομεν· πλεῖ τάδ' εὖ·
825



  ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ', ἄ-
τα δ' ἀποστατεῖ φίλων.
σὺ δὲ θαρσῶν ὅταν ἥκῃ μέρος ἔργων [μεσῳδ. γ.
ἐπαύσας θροεούσᾳ
πρὸς σὲ "Τέκνον", "Πατρὸς" αὔδα,
830



  καὶ πέραιν'
ἀνεπίμομφον ἄταν.
Περσέως τ' ἐν φρεσὶν [ἀντ. γ.
[σαῖσι] καρδίαν σχεθών,
τοῖς θ' ὑπὸ χθονὸς φίλος
τοῖς τ' ἄνωθεν, προφράσσων φάρος
835


  Γοργοῦς λυγρᾶς ἔνδοθεν
φόνιον ἄταν τίθει, τὸν αἴτιον δ'
ἐξαπόλλυ' εἰσορῶν.
  ΑΙΓΙΣΘΟΣ

  ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ' ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840



  ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον γ' Ὀρέστου. καὶ τόδ' αὖ φέρειν δόμοις
γένοιτ' ἂν ἄχθος αἱματοσταγές, φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ' ἀληθῆ καὶ βλέποντα δοξάσω;
845






ΧΟ.
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδ' ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
850




Αι.
ὡς αὐτόσ’ αὐτὸν ἄνδρα πεύθεσθαι πέρι.
ἰδεῖν ἐλέγξαι τ' εὖ θέλω τὸν ἄγγελον,
εἴτ' αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτ' ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν' ἂν κλέψειεν ὠμματωμένην.
855



ΧΟ. Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
τάδ' ἐπευχομένη κἀπιθεάζουσ’,
ὑπὸ δ' εὐνοίας
πῶς ἴσον εἰποῦσ’ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860



  πειραὶ κοπάνων ἀνδροδαίκτων
ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
ἢ πῦρ καὶ φῶς ἐπ' ἐλευθερίᾳ
δαίων ἀρχαῖς τε πολισσονόμοις
865







Αι.
ἕξει πατέρων μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δ' ἐπὶ νίκῃ.
ἒ ἔ, ὀτοτοτοῖ.
870



ΧΟ. - ἔα ἔα μάλα·
- πῶς ἔχει; πῶς κέκρανται δόμοις;
- ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ' ἀναίτιαι κακῶν
εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
  ΟΙΚΕΤΗΣ
875



  οἴμοι, πανοίμοι δεσπότου † τελουμένου·
οἴμοι μάλ' αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ' ἔστιν. ἀλλ' ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλ' ἡβῶντος δὲ δεῖ -
880



  οὐχ ὥστ' ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω. ποῦ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς † ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
885



Κλ.
Οι.
Κλ.
τί δ' ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
οἲ 'γώ, ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ', ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
890





Ορ.
Κλ.
Ορ.
εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα.
ἐνταῦθα γὰρ δὴ τοῦδ' ἀφικόμην κακοῦ.
σὲ καὶ ματεύω· τῷδε δ' ἀρκούντως ἔχει.
οἲ 'γώ. τέθνηκας, φίλτατ', Αἰγίσθου βία.
φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895




Κλ.


Ορ.
κείσῃ. θανόντα δ' οὔτι μὴ προδῷς ποτε.
ἐπίσχες, ὦ παῖ, τόνδε δ' αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Πυλάδη, τί δράσω; μητέρ' αἰδεσθῶ κτανεῖν;
  ΠΥΛΑΔΗΣ
900






Ορ.
ποῦ δὴ τὸ λοιπὸν Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστά τ' εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
κρίνω σε νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σε σφάξαι θέλω·
905






Κλ.
Ορ.
καὶ ζῶντα γάρ νιν κρείσσον' ἡγήσω πατρός.
τούτῳ θανοῦσα ξυγκάθευδ', ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δὲ χρῆν φιλεῖν στυγεῖς.
ἐγώ σ’ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
910



Κλ.
Ορ.
Κλ.
Ορ.
Κλ.
ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
καὶ τόνδε τοίνυν Μοῖρ' ἐπόρσυνεν μόρον.
οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
τεκοῦσα γάρ μ' ἔρριψας ἐς τὸ δυστυχές.
οὔτοι σ’ ἀπέρριψ' ἐς δόμους δορυξένους.
915



Ορ.
Κλ.
Ορ.
Κλ.
Ορ.
αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
ποῦ δῆθ' ὁ τῖμος, ὅντιν' ἀντεδεξάμην;
αἰσχύνομαί σοι τοῦτ' ὀνειδίσαι σαφῶς.
[μὴ] ἀλλ' εἴφ' ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
μὴ ἔλεγχε τὸν πονοῦντ' ἔσω καθημένη.
920



Κλ.
Ορ.
Κλ.
Ορ.
Κλ.
ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
τρέφει δέ γ' ἀνδρὸς μόχθος ἡμένας ἔσω.
κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
925



Ορ.
Κλ.
Ορ.
Κλ.
Ορ.
τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
οἲ 'γὼ τεκοῦσα τόνδ' ὄφιν ἐθρεψάμην.
ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
930




ΧΟ.
ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ' ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
935



  - ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, [στρ. α.
βαρύδικος ποινά·
ἔμολε δ' ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς Ἄρης.
ἔλαχε δ' ἐς τὸ πᾶν
940



  ὁ πυθόχρηστος φυγὰς
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
ἐπολολύξατ' ὦ δεσποσύνων δόμων [μεσῳδ.
ἀναφυγᾷ κακῶν καὶ κτεάνων τριβᾶς
ὑπὸ δυοῖν μιαστόροιν
945



  δυσοίμου τύχας.
ἔμολε δ' ᾧ μέλει κρυπταδίου μάχας [ἀντ. α.
δολιόφρων ποινά·
ἔθιγε δ' ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα - Δίκαν δέ νιν
προσαγορεύομεν
950



  βροτοὶ τυχόντες καλῶσ -
ὀλέθριον πνέουσ’ ἐν ἐχθροῖς κότον·
τάπερ ὁ Λοξίας ὁ Παρνασίας [στρ. β.
μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-
955



  ξεν ἀδόλως † δολίας
† βλαπτομέναν ἐγχρονισθεῖσαν ἐποίχεται,
κρατεῖ τ' αἰεί πως τὸ θεῖον [παρὰ] τὸ μὴ
ὑπουργεῖν κακοῖς,
960




  ἄξια δ' οὐρανοῦχον ἀρχὰν σέβειν.
<πάρα τὸ φῶς ἰδεῖν.>
πάρα τε φῶς ἰδεῖν, μέγα τ' ἀφῃρέθη [μεσῳδ.
ψάλιον οἴκων.
ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθε.
965



  τάχα δὲ παντελὴς χρόνος ἀμείψεται [ἀντ. β.
πρόθυρα δωμάτων, ὅταν ἀφ' ἑστίας
μύσος ἅπαν ἐλάσῃ
καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
τύχᾳ δ' εὐπροσώπῳ κεῖται τὸ πᾶν
970






Ορ.
ἰδεῖν, θρεομένοις
"Μέτοικοι δόμων πεσοῦνται πάλιν."
πάρα τὸ φῶς ἰδεῖν.
ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
πατροκτόνους τε δωμάτων πορθήτορας.
975



  σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ' ἥμενοι,
φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
πάρεστιν, ὅρκος τ' ἐμμένει πιστώμασιν.
ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
καὶ ξυνθανεῖσθαι· καὶ τάδ' εὐόρκως ἔχει.
980



  ἴδεσθε δ' αὖτε, τῶνδ' ἐπήκοοι κακῶν,
τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
ἐκτείνατ' αὐτὸ καὶ κύκλῳ παρασταδὸν
στέγαστρον ἀνδρὸς δείξαθ', ὡς ἴδῃ πατήρ -
985



  οὐχ οὑμός, ἀλλ' ὁ πάντ' ἐποπτεύων τάδε
Ἥλιοσ - ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
ὡς τόνδ' ἐγὼ μετῆλθον ἐνδίκως φόνον
τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
990



  ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην.
ἥτις δ' ἐπ' ἀνδρὶ τοῦτ' ἐμήσατο στύγος,
ἐξ οὗ τέκνων ἤνεγχ' ὑπὸ ζώνην βάρος,
φίλον τέως, νῦν δ' ἐχθρόν, ὡς φαίνει, κακόν -
τί σοι δοκεῖ; μύραινά γ' εἴτ' ἔχιδν' ἔφυ
995



  σήπειν θιγοῦσ’ ἂν μᾶλλον οὐ δεδηγμένον
τόλμης ἕκατι κἀκδίκου φρονήματος;
τί νιν προσείπω, κἂν τύχω μάλ' εὐστομῶν;
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατακήνωμα; δίκτυον μὲν οὖν,
1000



  ἄρκυν τ' ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
τοιοῦτον ἂν κτήσαιτο φιλήτης ἀνήρ,
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ τ' ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
1005





ΧΟ.
τοιάδ' ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
γένοιτ'· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
αἰαῖ αἰαῖ μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
αἰαῖ, αἰαῖ,
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
1010



Ορ. ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
φᾶρος τόδ', ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
1015






ΧΟ.
πατροκτόνον θ' ὕφασμα προσφωνῶν τόδε
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδ' ἔχων μιάσματα.
οὔτις μερόπων ἀσινῆ βίοτον
διὰ πάντ' ἔντιμος ἀμείψει.
αἰαῖ, αἰαῖ,
1020




Ορ.
μόχθος δ' ὁ μὲν αὐτίχ', ὁ δ' ἥξει.
ἀλλ' ὡς ἂν εἰδῆτ', οὐ γὰρ οἶδ' ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι, πρὸς δὲ καρδίᾳ φόβος
1025



  ᾄδειν ἑτοῖμος ἠδ' ὑπορχεῖσθαι κότῳ.
ἕως δ' ἔτ' ἔμφρων εἰμί, κηρύσσω φίλοις,
κτανεῖν τέ φημι μητέρ' οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
1030



  τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ' ἐμοὶ
πράξαντα μὲν ταῦτ' ἐκτὸς αἰτίας κακῆς
εἶναι, παρέντα δ' - οὐκ ἐρῶ τὴν ζημίαν·
τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
καὶ νῦν ὁρᾶτέ μ', ὡς παρεσκευασμένος
1035



  ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
μεσόμφαλόν θ' ἵδρυμα, Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδ' αἷμα κοινόν· οὐδ' ἐφ' ἑστίαν
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
1040









ΧΟ.
τάδ' ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω
<μνήμῃ φυλάσσειν ὡς> ἐπορσύνθη κακά, [1041a]
καὶ μαρτυρεῖν μοι, Μενέλεως <ὅταν μόλῃ.> [1041b]
ἐγὼ δ' ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών -
ἀλλ' εὖ γ' ἔπραξας, μηδ' ἐπιζευχθῇς στόμα
1045






Ορ.
φήμῃ πονηρᾷ μηδ' ἐπιγλωσσῶ κακά.
ἠλευθέρωσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
ἆ, ἆ,
δμωαὶ γυναῖκες· αἵδε, Γοργόνων δίκην,
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
1050




ΧΟ.

Ορ.
πυκνοῖς δράκουσιν· οὐκέτ' ἂν μείναιμ' ἐγώ.
τίνες σε δόξαι, φίλτατ' ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φοβοῦ, νικῶν πολύ.
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
1055



ΧΟ.

Ορ.

ΧΟ.
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσι νᾶμα δυσφιλές.
εἷς σοι καθαρμός· Λοξίας δὲ προσθιγὼν
1060




Ορ.

ΧΟ.
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ', ἐγὼ δ' ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ' ἂν μείναιμ' ἐγώ.
ἀλλ' εὐτυχοίης, καί σ’ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
1065



-
ὅδε τοι μελάθροις τοῖς βασιλείοις
τρίτος αὖ χειμὼν
πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανες [τε Θυέστου]·
1070



  δεύτερον ἀνδρὸς βασίλεια πάθη,
λουτροδάικτος δ' ὤλετ' Ἀχαιῶν
πολέμαρχος ἀνήρ·
νῦν δ' αὖ τρίτος ἦλθέ ποθεν σωτήρ -
ἢ μόρον εἴπω;
1075

  ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
μετακοιμισθὲν μένος ἄτης;
     
     

[ Homepage | Inhalt | Klassen | Hellas 2000 | Stilistik | Latein | Lat.Textstellen | Griechisch | Griech.Textstellen  | Griech.Online-WörterbuchBeta-Converter | Varia | Mythologie | Ethik | Links | Literaturabfrage | Forum zur Homepage | Passwort | Feedback ]

Griechisches Online-Wörterbuch
Hilfe zur Wrterbucheingabe
   
bottom © 2000 - 2017