Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis.

Aischyl.Ag.1035-1447 (4. Epeisodion)

     
   
 
1035 Κλ. εἴσω κομίζου καὶ σύ, Κασσάνδραν λέγω·
ἐπεί σ’ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας,
ἔκβαιν' ἀπήνης τῆσδε, μηδ' ὑπερφρόνει.
 
1040   καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτε
πραθέντα τλῆναι, † δουλίας μάζης βίᾳ.
εἰ δ' οὖν ἀνάγκη τῆσδ' ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
οἳ δ' οὔποτ' ἐλπίσαντες ἤμησαν καλῶς,
 
1045

Χο.
ὠμοί τε δούλοις πάντα καὶ πέρα σταθμῶν.
ἔχεις παρ' ἡμῶν οἷάπερ νομίζεται.
σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
ἐντὸς δ' ἁλοῦσα μορσίμων ἀγρευμάτων
πείθοι' ἄν, εἰ πείθοι'· ἀπειθοίης δ' ἴσως.
 
1050 Κλ.


Χο.
ἀλλ' εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
πείθου λιποῦσα τόνδ' ἁμαξήρη θρόνον.
 
1055 Κλ. οὔτοι θυραίᾳ τῇδ' ἐμοὶ σχολὴ πάρα
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος.
[ὡς οὔποτ' ἐλπίσασι τήνδ' ἕξειν χάριν.]
σὺ δ' εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
 
1060

Χο.

Κλ.
εἰ δ' ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον -
σὺ δ' ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
δεῖσθαι. τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
 
1065



Χο.
ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
ἥκει, χαλινὸν δ' οὐκ ἐπίσταται φέρειν
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
οὐ μὴν πλέω ῥίψασ’ ἀτιμασθήσομαι.
ἐγὼ δ', ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
 
1070  

ἴθ', ὦ τάλαινα, τόνδ' ἐρημώσασ’ ὄχον,
εἴκουσ’ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.

 
  ΚΑΣΣΑΝΔΡΑ  
   

ὀτοτοτοτοῖ πόποι δᾶ. [στρ. α.
ὦπολλον ὦπολλον.

 
  Χο. τί ταῦτ' ἀνωτότυξας ἀμφὶ Λοξίου;  
1075   οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.  
  Κα.

ὀτοτοτοτοῖ πόποι δᾶ. [ἀντ. α.
ὦπολλον ὦπολλον.

 
  Χο. ἥδ' αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
οὐδὲν προσήκοντ' ἐν γόοις παραστατεῖν.
 
1080 Κα.

Ἄπολλον· Ἄπολλον· [στρ. β.

 
   

ἀγυιᾶτ', ἀπόλλων ἐμός.

 
 
Χο.
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
 
1085 Κα.

Ἄπολλον· Ἄπολλον· [ἀντ. β.
ἀγυιᾶτ', ἀπόλλων ἐμός.

 
 
Χο.
ἆ ποῖ ποτ' ἤγαγές με; πρὸς ποίαν στέγην;
πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδ' ἐννοεῖς,
ἐγὼ λέγω σοι· καὶ τάδ' οὐκ ἐρεῖς ψύθη.
 
1090 Κα.

μισόθεον μὲν οὖν· πολλὰ συνίστορα, [στρ. γ.
αὐτόφονα, † κακὰ καρτάναι †

 
 
Χο.
ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον.
ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δ' ὧν ἀνευρήσει φόνον.
 
1095 Κα.

μαρτυρίοισι γὰρ τοῖσδ' ἐπιπείθομαι· [ἀντ. γ.
κλαιόμενα τάδε βρέφη σφαγὰς

 
 
Χο.
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
† ἦ μὴν κλέος σοῦ μαντικὸν πεπυσμένοι
ἦμεν· προφήτας δ' οὔτινας ματεύομεν.
 
1100 Κα.

ἰὼ πόποι, τί ποτε μήδεται; [στρ. δ.
τί τόδε νέον ἄχος μέγα;

 
    μέγ' ἐν δόμοισι τοῖσδε μήδεται κακόν,  
   

ἄφερτον φίλοισιν, δυσίατον· ἀλκὰ δ'

 
   

ἑκὰς ἀποστατεῖ.

 
1105 Χο. τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ' ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.
 
  Κα.

ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς; [ἀντ. δ.
τὸν ὁμοδέμνιον πόσιν

 
    λουτροῖσι φαιδρύνασα - πῶς φράσω τέλος;
 
1110  

τάχος γὰρ τόδ' ἔσται· προτείνει δὲ χεὶρ ἐκ

 
   

χερὸς ὀρεγομένα.

 
  Χο. οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
 
  Κα.

ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται; [στρ. ε.

 
1115   ἦ δίκτυόν τί γ' Ἅιδου.  
   

ἀλλ' ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία

 
   

φόνου. στάσις δ' ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.

 
  Χο. ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
 
1120   ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.  
   

ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών, ἅτε καὶ δορὶ πτωσίμοις

 
   

ξυνανύτει βίου δύντος αὐγαῖς.

 
   

ταχεῖα δ' ἄτα πέλει.

 
1125 Κα.

ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς [ἀντ. ε.
τὸν ταῦρον· ἐν πέπλοισιν

 
    μελαγκέρῳ λαβοῦσα μηχανήματι  
   

τύπτει· πίτνει δ' <ἐν> ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.

 
1130 Χο. οὐ κομπάσαιμ' ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
 
   

ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ

 
   

πολυεπεῖς τέχναι θεσπιῳδοὶ

 
1135
Κα.

φόβον φέρουσιν μαθεῖν.
ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι· [στρ. ζ.
τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέασα.

 
    ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
οὐδέν ποτ' εἰ μὴ ξυνθανουμένην. τί γάρ;
 
1140 Χο.

φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
φὶ δ' αὑτᾶς θροεῖς

 
   

νόμον ἄνομον, οἷά τις ξουθὰ

 
   

ἀκόρετος βοᾶς, φεῦ, φιλοίκτοις φρεσὶν
῎Ιτυν ῎Ιτυν στένουσ’ ἀμφιθαλῆ κακοῖς

 
1145  

ἀηδὼν βίον.

 
  Κα.

ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος· [ἀντ. ζ.
πτεροφόρον γάρ οἱ περὶ δέμας βάλοντο

 
    θεοὶ γλυκύν τ' ἀγῶνα κλαυμάτων ἄτερ·
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
 
1150 Χο.

πόθεν ἐπισσύτους θεοφόρους [τ'] ἔχεις
ματαίους δύας;

 
   

τὰ δ' ἐπίφοβα δυσφάτῳ κλαγγᾷ

 
   

μελοτυπεῖς ὁμοῦ τ' ὀρθίοις ἐν νόμοις.
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ

 
1155  

κακορρήμονας;

 
  Κα.

ἰὼ γάμοι, γάμοι Πάριδος, [στρ. η.

 
   

ὀλέθριοι φίλων.

 
   

ἰὼ Σκαμάνδρου πάτριον ποτόν.

 
   

τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν'
ἠνυτόμαν τροφαῖς·

 
1160   νῦν δ' ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
ὄχθους ἔοικα θεσπιῳδήσειν τάχα.
 
  Χο.

τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;

 
   

νεογνὸς ἂν ἀίων μάθοι.

 
   

πέπληγμαι δ' ὑπ' αὖ δήγματι φοινίῳ

 
1165  

δυσαλγεῖ τύχᾳ μινυρὰ θρεομένας,

 
   

θραύματ' ἐμοὶ κλύειν.

 
  Κα.

ἰὼ πόνοι πόνοι πόλεος [ἀντ. η.

 
   

ὀλομένας τὸ πᾶν.

 
   

ἰὼ πρόπυργοι θυσίαι πατρὸς
πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δ'

 
1170  

οὐδὲν ἐπήρκεσαν

 
 

Χο.
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἐχρῆν παθεῖν,
ἐγὼ δὲ θερμόνους τάχ' ἐν πέδῳ βαλῶ.
ἑπόμενα προτέροισι τάδ' ἐφημίσω.
 
   

καί τίς σε κακοφρονῶν τίθη-

 
1175   σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
μελίζειν πάθη γοερὰ θανατοφόρα.
 
   

τέρμα δ' ἀμηχανῶ.

 
  Κα. καὶ μὴν ὁ χρησμὸς οὐκέτ' ἐκ καλυμμάτων
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·
 
1180   λαμπρὸς δ' ἔοικεν ἡλίου πρὸς ἀντολὰς
πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
κλύζειν πρὸς αὐγάς, τοῦδε πήματος πολὺ
μεῖζον· φρενώσω δ' οὐκέτ' ἐξ αἰνιγμάτων.
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
 
1185   ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
τὴν γὰρ στέγην τήνδ' οὔποτ' ἐκλείπει χορὸς
σύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.
καὶ μὴν πεπωκώς γ', ὡς θρασύνεσθαι πλέον,
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
 
1190   δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
ὑμνοῦσι δ' ὕμνον δώμασιν προσήμεναι
πρώταρχον ἄτης· ἐν μέρει δ' ἀπέπτυσαν
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
ἥμαρτον, ἢ κυρῶ τι τοξότης τις ὥς;
 
1195


Χο.
ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
ἐκμαρτύρησον προυμόσας τό μ' εἰδέναι
λόγῳ παλαιὰς τῶνδ' ἁμαρτίας δόμων.
καὶ πῶς ἂν ὅρκου πῆγμα, γενναίως παγέν,
παιώνιον γένοιτο; θαυμάζω δέ σου,
 
1200

Κα.
Χο.
Κα.
πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
μάντις μ' Ἀπόλλων τῷδ' ἐπέστησεν τέλει. [1204]
μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος; [1203]
προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
 
1205 Χο.
Κα.
Χο.
Κα.
Χο.
ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
ἀλλ' ἦν παλαιστὴς κάρτ' ἐμοὶ πνέων χάριν.
ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;
ξυναινέσασα Λοξίαν ἐψευσάμην.
ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
 
1210 Κα.
Χο.
Κα.
Χο.
Κα.
ἤδη πολίταις πάντ' ἐθέσπιζον πάθη.
πῶς δῆτ' ἄνατος ἦσθα Λοξίου κότῳ;
ἔπειθον οὐδέν' οὐδέν, ὡς τάδ' ἤμπλακον.
ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
ἰοὺ ἰού, ὢ ὢ κακά.
 
1215   ὑπ' αὖ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις .....
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
 
1220   χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς·
σὺν ἐντέροις τε σπλάγχν', ἐποίκτιστον γέμος,
πρέπουσ’ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινά,
λέοντ' ἄναλκιν, ἐν λέχει στρωφώμενον
 
1225   οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ -
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
νεῶν τ' ἄπαρχος Ἰλίου τ' ἀναστάτης
οὐκ οἶδεν οἵα γλῶσσα, μισητῆς κυνὸς
λείξασα κἀκτείνασα φαιδρὸν οὖς δίκην,
 
1230   ἄτης λαθραίου τεύξεται κακῇ τύχῃ.
τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεύς·
ἔστιν - τί νιν καλοῦσα δυσφιλὲς δάκος
τύχοιμ' ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
 
1235   † θύουσαν Ἅιδου μητέρ' † ἄσπονδόν τ' Ἄρη
φίλοις πνέουσαν; ὡς δ' ἐπωλολύξατο
ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
καὶ τῶνδ' ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
 
1240

Χο.
τὸ μέλλον ἥξει. καὶ σύ μ' ἐν τάχει παρὼν
ἄγαν γ' ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ' ἔχει
κλύοντ' ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
 
1245
Κα.
Χο.
Κα.
Χο.
τὰ δ' ἄλλ' ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
Ἀγαμέμνονός σέ φημ' ἐπόψεσθαι μόρον.
εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
ἀλλ' οὔτι παιὼν τῷδ' ἐπιστατεῖ λόγῳ.
οὔκ, εἴπερ ἔσται γ'· ἀλλὰ μὴ γένοιτό πως.
 
1250 Κα.
Χο.
Κα.
Χο.
Κα.
σὺ μὲν κατεύχῃ, τοῖς δ' ἀποκτείνειν μέλει.
τίνος πρὸς ἀνδρὸς τοῦτ' ἄχος πορσύνεται;
ἦ κάρτα χρησμῶν παρεκόπης ἐμῶν ἄρα.
τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.
καὶ μὴν ἄγαν γ' Ἕλλην' ἐπίσταμαι φάτιν.
 
1255 Χο.
Κα.
καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δ' ὅμως.
παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.
ὀτοτοῖ, Λύκει' Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
αὕτη δίπους λέαινα συγκοιμωμένη
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
 
1260   κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσει ποτῷ·
ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον,
ἐμῆς ἀγωγῆς ἀντιτείσεσθαι φόνον.
τί δῆτ' ἐμαυτῆς καταγέλωτ' ἔχω τάδε,
 
1265   καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
ἴτ' ἐς φθόρον· πεσόντα γ' ὧδ' ἀμείβομαι.
ἄλλην τιν' Ἄτην ἀντ' ἐμοῦ πλουτίζετε.
ἰδοὺ δ', Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
 
1270   χρηστηρίαν ἐσθῆτ', ἐποπτεύσας δέ με
κἀν τοῖσδε κόσμοις καταγελωμένην † μετὰ
φίλων ὑπ' ἐχθρῶν οὐ διχορρόπως μάτην.
κακουμένη δέ, φοιτὰς ὡς ἀγύρτρια,
πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην·
 
1275   καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
ἀπήγαγ' ἐς τοιάσδε θανασίμους τύχας.
βωμοῦ πατρῴου δ' ἀντ' ἐπίξηνον μένει,
θερμῷ κοπείσης φοίνιον προσφάγματι.
οὐ μὴν ἄτιμοί γ' ἐκ θεῶν τεθνήξομεν.
 
1280   ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·
φυγὰς δ' ἀλήτης τῆσδε γῆς ἀπόξενος
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·
ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας, [1290]
 
1285   ἄξειν νιν ὑπτίασμα κειμένου πατρός. [1284]
τί δῆτ' ἐγὼ κάτοικτος ὧδ' ἀναστένω; [1285]
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
πράξασαν ὡς ἔπραξεν, οἳ δ' εἷλον πόλιν
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει.
 
1290   ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν. [1289]
Ἅιδου πύλας δὲ τάσδ' ἐγὼ προσεννέπω· [1291]
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
ὡς ἀσφάδᾳστος, αἱμάτων εὐθνησίμων
ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
 
1295 Χο.



Κα.
ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ' αὖ σοφὴ
γύναι, μακρὰν ἔτεινας. εἰ δ' ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
οὐκ ἔστ' ἄλυξις, οὔ, ξένοι, † χρόνῳ πλέῳ.
 
1300 Χο.
Κα.
Χο.
Κα.
Χο.
ὁ δ' ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.
ἥκει τόδ' ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.
ἀλλ' ἴσθι τλήμων οὖσ’ ἀπ' εὐτόλμου φρενός.
οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
ἀλλ' εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
 
1305 Κα.
Χο.
Κα.
Χο.
Κα.
ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.
τί δ' ἐστὶ χρῆμα; τίς σ’ ἀποστρέφει φόβος;
φεῦ φεῦ.
τί τοῦτ' ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.
φόνον δόμοι πνέουσιν αἱματοσταγῆ.
 
1310 Χο.
Κα.
Χο.
Κα.
καὶ πῶς; τόδ' ὄζει θυμάτων ἐφεστίων.
ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.
οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις;
ἀλλ' εἶμι κἀν δόμοισι κωκύσουσ’ ἐμὴν
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
 
1315   ἰὼ ξένοι.
οὔτοι δυσοίζω, θάμνον ὡς ὄρνις, φόβῳ
ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
ὅταν γυνὴ γυναικὸς ἀντ' ἐμοῦ θάνῃ,
ἀνήρ τε δυσδάμαρτος ἀντ' ἀνδρὸς πέσῃ.
 
1320
Χο.
Κα.
ἐπιξενοῦμαι ταῦτα δ' ὡς θανουμένη.
ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.
ἅπαξ ἔτ' εἰπεῖν ῥῆσιν, ἢ θρῆνον θέλω
ἐμὸν τὸν αὐτῆς. ἡλίου δ' ἐπεύχομαι
πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις
 
1325   ἐχθροὺς φόνευσιν τὴν ἐμὴν τίνειν ὁμοῦ,
δούλης θανούσης, εὐμαροῦς χειρώματος.
 
   

ἰὼ βρότεια πράγματ'· εὐτυχοῦντα μὲν

 
    σκιᾷ τις ἂν πρέψειεν· εἰ δὲ δυστυχοῖ,
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
 
1330
Χο.
καὶ ταῦτ' ἐκείνων μᾶλλον οἰκτίρω πολύ.
τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δ'
οὔτις ἀπειπὼν εἴργει μελάθρων,
 
   

<μηκέτ' ἐσέλθῃσ>, τάδε φωνῶν.

 
1335   καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
μάκαρες Πριάμου·
θεοτίμητος δ' οἴκαδ' ἱκάνει·
νῦν δ' εἰ προτέρων αἷμ' ἀποτείσει
καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
 
1340  

ποινὰς θανάτων ἐπικρανεῖ,

 
    τίς τἂν εὔξαιτο βροτῶν ἀσινεῖ  
   

δαίμονι φῦναι τάδ' ἀκούων;

 
  Αγ.
Χο.
ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.
σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
 
1345 Αγ. ὤμοι μάλ' αὖθις, δευτέραν πεπληγμένος.  
 

Χο.

1

τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
ἀλλὰ κοινωσώμεθ', ἤν πως, ἀσφαλῆ βουλεύματα.
ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
πρὸς δῶμα δεῦρ' ἀστοῖσι κηρύσσειν βοήν.
 
1350
2

3

4
ἐμοὶ δ' ὅπως τάχιστά γ' ἐμπεσεῖν δοκεῖ
καὶ πρᾶγμ' ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.
κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δ' ἀκμή.
ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὥς,
 
1355

5

6
τυραννίδος σημεῖα πράσσοντες πόλει.
χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.
οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.
 
1360
7

8

9
κἀγὼ τοιοῦτός εἰμ', ἐπεὶ δυσμηχανῶ
λόγοισι τὸν θανόντ' ἀνιστάναι πάλιν.
ἦ καὶ βίον τείνοντες ὧδ' ὑπείξομεν
δόμων καταισχυντῆρσι τοῖσδ' ἡγουμένοις;
ἀλλ' οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ·
 
1365

10

11
πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.
ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;
σάφ' εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·
τὸ γὰρ τοπάζειν τοῦ σάφ' εἰδέναι δίχα.
 
1370

12

Kl.

ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
τρανῶς Ἀτρείδην † εἰδέναι κυροῦνθ' ὅπως.
πολλῶν πάροιθεν καιρίως εἰρημένων
τἀναντί' εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
 
1375   δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ' ἂν
φράξειεν ὕψος κρεῖσσον ἐκπηδήματος;
ἐμοὶ δ' ἀγὼν ὅδ' οὐκ ἀφρόντιστος πάλαι·
νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·
ἕστηκα δ' ἔνθ' ἔπαισ’ ἐπ' ἐξειργασμένοις.
 
1380   οὕτω δ' ἔπραξα - καὶ τάδ' οὐκ ἀρνήσομαι -
ὡς μήτε φεύγειν μήτ' ἀμύνεσθαι μόρον.
ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
περιστιχίζω, πλοῦτον εἵματος κακόν,
παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν
 
1385   μεθῆκεν αὐτοῦ κῶλα· καὶ πεπτωκότι
τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονός,
Ἅιδου, νεκρῶν σωτῆρος, εὐκταίαν χάριν.
οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών,
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
 
1390   βάλλει μ' ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
ὡς ὧδ' ἐχόντων, πρέσβος Ἀργείων τόδε,
χαίροιτ' ἄν, εἰ χαίροιτ', ἐγὼ δ' ἐπεύχομαι.
 
1395



Χο.
εἰ δ' ἦν πρεπόντων ὥστ' ἐπισπένδειν νεκρῷ,
τῷδ' ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν·
τοσόνδε κρατῆρ' ἐν δόμοις κακῶν ὅδε
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
 
1400
Κλ.
ἥτις τοιόνδ' ἐπ' ἀνδρὶ κομπάζεις λόγον.
πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·
ἐγὼ δ' ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
λέγω - σὺ δ' αἰνεῖν εἴτε με ψέγειν θέλεις
ὅμοιον - οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
 
1405   πόσις, νεκρὸς δὲ τῆσδε δεξιᾶς χερός,
ἔργον δικαίας τέκτονος. τάδ' ὧδ' ἔχει.
 
  Χο.

τί κακόν, ὦ γύναι, [στρ.

 
   

χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν

 
    πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον
τόδ' ἐπέθου θύος, δημοθρόους τ' ἀράς;
 
1410   ἀπέδικες ἀπέταμες, ἀπόπολις δ' ἔσῃ,  
   

μῖσος ὄβριμον ἀστοῖς.

 
  Κλ. νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοί,
καὶ μῖσος ἀστῶν δημόθρους τ' ἔχειν ἀράς,
οὐδὲν τότ' ἀνδρὶ τῷδ' ἐναντίον φέρων,
 
1415   ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
ὠδῖν', ἐπῳδὸν Θρῃκίων ἀημάτων.
οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ’ ἀνδρηλατεῖν,
 
1420   μιασμάτων ἄποινα; ἐπήκοος δ' ἐμῶν
ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
τοιαῦτ' ἀπειλεῖν, ὡς παρεσκευασμένη
σ’ ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ' ἐμοῦ
ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
 
1425   γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.  
  Χο.

μεγαλόμητις εἶ, [ἀντ.

 
   

περίφρονα δ' ἔλακες, ὥσπερ οὖν

 
    φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται·
λίβος ἐπ' ὀμμάτων αἵματος ἐμπρέπει·
ἄντιτον ἔτι σε χρὴ στερομέναν φίλων
 
1430  

τύμμα τύμματι τεῖσαι.

 
  Κλ. καὶ τήνδ' ἀκούεις ὁρκίων ἐμῶν θέμιν·
μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
Ἄτην Ἐρινύν θ', αἷσι τόνδ' ἔσφαξ' ἐγώ,
οὔ μοι Φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
 
1435   ἕως ἂν αἴθῃ πῦρ ἐφ' ἑστίας ἐμῆς
Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
. . . . . . .
κεῖται, γυναικὸς τῆσδε λυμαντήριος,
Χρυσηίδων μείλιγμα τῶν ὑπ' Ἰλίῳ·
 
1440   ἥ τ' αἰχμάλωτος ἥδε καὶ τερασκόπος
καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος
πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
ἰσοτριβής. ἄτιμα δ' οὐκ ἐπραξάτην.
ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην
 
1445   τὸν ὕστατον μέλψασα θανάσιμον γόον
κεῖται † φιλήτως τοῦδ', ἐμοὶ δ' ἐπήγαγεν
εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῇ.