Nostri consocii (Google, Affilinet) crustulis memorialibus utuntur. Concedis, si legere pergis.

Aischyl.Ag.975-1034 (3. Stasimon)

     
       
975 Χο.

τίπτε μοι τόδ' ἐμπέδως [στρ. α.
δεῖμα προστατήριον

 
   

καρδίας τερασκόπου
πωτᾶται,

 
    μαντιπολεῖ δ' ἀκέλευστος ἄμισθος ἀοιδά,
 
980  

οὐδ' ἀποπτύσαι δίκαν
δυσκρίτων ὀνειράτων
θάρσος εὐπειθὲς ἵ-
ζει φρενὸς φίλον θρόνον;
χρόνος δ' † ἐπεὶ
πρυμνησίων ξυνεμβολαῖς

 
985  

ψαμμίας ἀκάτα † παρή-
βησεν, εὖθ' ὑπ' Ἴλιον
ὦρτο ναυβάτας στρατός.
πεύθομαι δ' ἀπ' ὀμμάτων [ἀντ. α.
νόστον, αὐτόμαρτυς ὤν·

 
990  

τὸν δ' ἄνευ λύρας ὅμως
ὑμνῳδεῖ

 
    θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν  
   

θυμός, οὐ τὸ πᾶν ἔχων
ἐλπίδος φίλον θράσος.

 
995  

σπλάγχνα δ' οὔτοι ματᾴ-
ζει, πρὸς ἐνδίκοις φρεσὶν
τελεσφόροις
δίναις κυκλούμενον κέαρ.
εὔχομαι δ' ἐξ ἐμᾶς
ἐλπίδος ψύθη πεσεῖν

 
1000  

ἐς τὸ μὴ τελεσφόρον.
μάλα † γάρ τοι τᾶς πολλᾶς † [στρ. β.
ὑγιείας ἀκόρεστον

 
   

τέρμα. νόσος γὰρ

 
   

γείτων ὁμότοιχος ἐρείδει,

 
1005  

καὶ πότμος εὐθυπορῶν
. . . . .

 
    ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.  
   

καὶ πρὸ μέν τι χρημάτων
κτησίων ὄκνος βαλὼν

 
1010  

σφενδόνας ἀπ' εὐμέτρου -
οὐκ ἔδυ πρόπας δόμος
πλησμονᾶς γέμων ἄγαν,
οὐδ' ἐπόντισε σκάφος.

 
    πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-  
1015   φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν  
   

νῆστιν ὤλεσεν νόσον,
τὸ δ' ἐπὶ γᾶν πεσὸν ἅπαξ [ἀντ. β.
θανάσιμον πρόπαρ ἀνδρὸς

 
1020  

μέλαν αἷμα τίς ἂν

 
   

πάλιν ἀγκαλέσαιτ' ἐπαείδων;

 
   

οὐδὲ τὸν ὀρθοδαῆ
τῶν φθιμένων ἀνάγειν

 
    Ζεὺς ἀπέπαυσεν ἐπ' ἀβλαβείᾳ.
 
1025  

εἰ δὲ μὴ τεταγμένα
μοῖρα μοῖραν ἐκ θεῶν
εἶργε μὴ πλέον φέρειν,
προφθάσασα καρδία
γλῶσσαν ἂν τάδ' ἐξέχει.

 
1030  

νῦν δ' ὑπὸ σκότῳ βρέμει

 
    θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέ-
να ποτὲ καίριον ἐκτολυπεύσειν
 
   

ζωπυρουμένας φρενός.