Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis.

Aischyl.Ag.367-488 (1. Stasimon)

     
  ΧΟΡΟΣ  
   

- Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, [στρ. α.
πάρεστιν τοῦτό γ' ἐξιχνεῦσαι.
ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις

 
370  

θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν

 
   

ὅσοις ἀθίκτων χάρις
πατοῖθ'· ὁ δ' οὐκ εὐσεβής.

 
   

πέφανται δ' ἐγγονοῦσα τόλμη τῶν Ἄρη

 
375  

πνεόντων μεῖζον ἢ δικαίως,
φλεόντων δωμάτων ὑπέρφευ
ὑπὲρ τὸ βέλτιστον. ἔστω δ' ἀπή-

 
   

μαντον, ὥστ' ἀπαρκεῖν

 
380  

εὖ πραπίδων λαχόντι.

 
   

οὐ γὰρ ἔστιν ἔπαλξις
πλούτου πρὸς κόρον ἀνδρὶ

 
   

λακτίσαντι μέγαν Δίκας

 
   

βωμὸν εἰς ἀφάνειαν.

 
385  

βιᾶται δ' ἁ τάλαινα πειθώ, [ἀντ. α.

 
   

προβούλου παῖς ἄφερτος ἄτας.
ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·

 
390  

κακοῦ δὲ χαλκοῦ τρόπον
τρίβῳ τε καὶ προσβολαῖς

 
   

μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ

 
395  

διώκει παῖς ποτανὸν ὄρνιν,
πόλει πρόστριμμα θεὶς ἄφερτον·
λιτᾶν δ' ἀκούει μὲν οὔτις θεῶν·

 
   

† τὸν δ' ἐπίστροφον τῶν[δε]

 
   

φῶτ' ἄδικον καθαιρεῖ.

 
   

οἷος καὶ Πάρις ἐλθὼν

 
400  

ἐς δόμον τὸν Ἀτρειδᾶν

 
   

ᾔσχυνε ξενίαν τράπε-

 
   

ζαν κλοπαῖσι γυναικός.

 
   

λιποῦσα δ' ἀστοῖσιν ἀσπίστορας [στρ. β.

 
   

κλόνους λοχισμούς τε καὶ

 
405  

ναυβάτας ὁπλισμούς,

 
    ἄγουσά τ' ἀντίφερνον Ἰλίῳ φθορὰν  
   

βεβάκει ῥίμφα διὰ

 
    πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δ' ἔστενον  
   

τόδ' ἐννέποντες δόμων προφῆται·

 
410  

"ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
† πάρεστι σιγᾶς ἄτιμος † ἀλοίδορος

 
   

ἄλιστος ἀφεμένων ἰδεῖν.
πόθῳ δ' ὑπερποντίας

 
415  

φάσμα δόξει δόμων ἀνάσσειν."

 
   

εὐμόρφων δὲ κολοσσῶν
ἔχθεται χάρις ἀνδρί·

 
   

ὀμμάτων δ' ἐν ἀχηνίαις

 
   

ἔρρει πᾶσ' Ἀφροδίτα.

 
420  

ὀνειρόφαντοι δὲ πειθήμονες [ἀντ. β.

 
   

πάρεισι δόξαι φέρου-
σαι χάριν ματαίαν.

 
    μάταν γάρ, εὖτ' ἂν ἐς θιγὰς δοκῶν ὁρᾷ,  
   

παραλλάξασα διὰ

 
425   χερῶν βέβακεν ὄψις, οὐ μεθύστερον  
   

πτεροῖς ὀπαδοῦς' ὕπνου κελεύθοις.
τὰ μὲν κατ' οἴκους ἐφ' ἑστίας ἄχη
τάδ' ἐστὶ καὶ τῶνδ' ὑπερβατώτερα.
τὸ πᾶν δ' ἀπ' αἴας Ἕλλαδος συνορμένοις

 
430  

πένθεια τλησικάρδιος
δόμῳ 'ν ἑκάστου πρέπει.

 
   

πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·

 
   

οὓς μὲν γάρ <τις> ἔπεμψεν
οἶδεν, ἀντὶ δὲ φωτῶν

 
435  

τεύχη καὶ σποδὸς εἰς ἑκά-

 
   

στου δόμους ἀφικνεῖται.

 
    ὁ χρυσαμοιβὸς δ' Ἄρης σωμάτων [στρ. γ.
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
 
440  

πυρωθὲν ἐξ Ἰλίου
φίλοισι πέμπει βαρὺ
ψῆγμα δυσδάκρυτον, ἀντ-
ήνορος σποδοῦ γεμί-
ζων λέβητας εὐθέτους.

 
445  

στένουσι δ' εὖ λέγοντες ἄν-
δρα τὸν μὲν ὡς μάχης ἴδρις,
τὸν δ' ἐν φοναῖς καλῶς πεσόντ' - "ἀλ-

 
   

λοτρίας διαὶ γυναικός"·
τάδε σῖγά τις βαύζει·

 
450  

φθονερὸν δ' ὑπ' ἄλγος ἕρπει

 
   

προδίκοις Ἀτρείδαις.

 
   

οἱ δ' αὐτοῦ περὶ τεῖχος
θήκας Ἰλιάδος γᾶς

 
   

εὔμορφοι κατέχουσιν· ἐ-

 
455  

χθρὰ δ' ἔχοντας ἔκρυψεν.

 
    βαρεῖα δ' ἀστῶν φάτις ξὺν κότῳ· [ἀντ. γ.
δημοκράτου δ' ἀρᾶς τίνει χρέος.
 
   

μένει δ' ἀκοῦσαί τί μοι

 
460  

μέριμνα νυκτηρεφές.
τῶν πολυκτόνων γὰρ οὐκ
ἄσκοποι θεοί. κελαι-
ναὶ δ' Ἐρινύες χρόνῳ
τυχηρὸν ὄντ' ἄνευ δίκας

 
465  

παλιντυχεῖ τριβᾷ βίου
τιθεῖσ' ἀμαυρόν, ἐν δ' ἀίστοις

 
   

τελέθοντος οὔτις ἀλκά·
τὸ δ' ὑπερκόπως κλύειν εὖ
βαρύ· βάλλεται γὰρ ὄσσοις

 
470  

Διόθεν κεραυνός.

 
   

κρίνω δ' ἄφθονον ὄλβον·
μήτ' εἴην πτολιπόρθης

 
   

μήτ' οὖν αὐτὸς ἁλοὺς ὑπ' ἄλ-

 
   

λων βίον κατίδοιμι.

 
475  

- πυρὸς δ' ὑπ' εὐαγγέλου [ἐπῳδ.

 
   

πόλιν διήκει θοὰ
βάξις· εἰ δ' ἐτήτυμος,

 
 

-

τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.
τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,

 
480  

φλογὸς παραγγέλμασιν

 
   

νέοις πυρωθέντα καρδίαν ἔπειτ'

 
   

ἀλλαγᾷ λόγου καμεῖν;

 
 
-

γυναικὸς αἰχμᾷ πρέπει

 
   

πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.

 
485  

πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται

 
   

ταχύπορος· ἀλλὰ ταχύμορον

 
   

γυναικογήρυτον ὄλλυται κλέος.