|
(zur
altgriechischen Schrift) |
| 60 |
τὸν δ' ἄρ' ὑπόδρα
ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
"Εὐρύμαχ', οὐδ' εἴ μοι πατρώια
πάντ' ἀποδοῖτε,
ὅσσα τε νῦν ὔμμ' ἐστὶ καὶ εἴ ποθεν
ἄλλ' ἐπιθεῖτε,
οὐδέ κεν ὧς ἔτι χεῖρας ἐμὰς
λήξαιμι φόνοιο,
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτεῖσαι. |
| 65 |
νῦν ὕμιν παράκειται
ἐναντίον ἠὲ μάχεσθαι
ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας
ἀλύξῃ·
ἀλλά τιν' οὐ φεύξεσθαι ὀίομαι αἰπὺν
ὄλεθρον."
ὣς φάτο, τῶν δ' αὐτοῦ λύτο γούνατα
καὶ φίλον ἦτορ.
τοῖσιν δ' Εὐρύμαχος μετεφώνεε δεύτερον
αὖτις· |
| 70 |
"ὦ φίλοι, οὐ γὰρ
σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐύξοον ἠδὲ
φαρέτρην,
οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ
κε πάντας
ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα
χάρμης·
φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε
τραπέζας |
| 75 |
ἰῶν ὠκυμόρων· ἐπὶ δ'
αὐτῷ πάντες ἔχωμεν
ἁθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν
ἠδὲ θυράων,
ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα
γένηται·
τῶ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα
τοξάσσαιτο." |
|
|